Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Jacobitas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Εἰ γὰρ μή ἐστι φύσις ἀνυπόστατος, οὔτε μὴν οὐσία ἀπρόσωπος οὐδ' αὖ πάλιν ἀνούσιος ὑπόστασίς τε καὶ πρόσωπον– οὐ γάρ ἐστιν–, ἀλλ' οὐ ταὐτὸν οὐσία τε καὶ ὑπόστασις οὐδὲ φύσις καὶ πρόσωπον. Οὐ γὰρ ταὐτὸν οὐσία τε καὶ ἐνούσιον οὐδ' ἐνυπόστατον καὶ ὑπόστασις. Ἕτερον γάρ ἐστι τὸ ἔν τινι καὶ ἕτερον τὸ ἐν ᾧ· ἐνούσιον μὲν γάρ ἐστι τὸ ἐν τῇ οὐσίᾳ θεωρούμενον, τουτέστι τὸ τῶν συμβεβηκότων ἄθροισμα, ὃ δηλοῖ τὴν ὑπόστασιν, οὐκ αὐτὴν τὴν οὐσίαν. Ἐνυπόστατον δὲ οὐχ ἡ ὑπόστασις, τὸ ἐν ὑποστάσει δὲ καθορώμενον. Οὐσία δέ, τουτέστιν ὁπωσοῦν ὑπάρχει, εἴτε καθ' ἑαυτὴν εἴτε σὺν ἑτέρῳ εἴτε ἐν ἑτέρῳ· καθ' αὑτὴν μὲν ὡς πυρὸς οὐσία, σὺν ἑτέροις δὲ ὡς ψυχὴ καὶ σῶμα (σὺν ἀλλήλοις γὰρ ταῦτα τὴν ὑπόστασιν ἔχει), ἐν ἑτέρῳ δὲ ὡς πῦρ ἐν θρυαλλίδι καὶ ὡς ἡ σὰρξ τοῦ κυρίου ἐν τῇ ἀνάρχῳ αὐτοῦ ὑποστάσει. Ἡ μὲν γὰρ ὑπόστασις τὸν τινὰ ἢ τόδε δηλοῖ τὸ ἅμα τῇ τοῦ δακτύλου ἀνατάσει δεικνύμενον, τὸ δὲ ἐνυπόστατον τὴν οὐσίαν. Καὶ ἡ μὲν ὑπόστασις πρόσωπον ὁρίζει τοῖς χαρακτηριστικοῖς ἰδιώμασιν, τὸ δέ γε ἐνυπόστατον τὸ μὴ εἶναι αὐτὸ συμβεβηκός, ὃ ἐν ἑτέρῳ ἔχει τὴν ὕπαρξιν. Εἰ γὰρ ταὐτὸ τὸ ἔν τινι καὶ τὸ ἐν ᾧ, ὥρα σοι λέγειν ταὐτὸν ἀρετὴν καὶ ἐνάρετον καὶ κατὰ τὴν εὔλογον ἀντιστροφὴν κακίαν καὶ τὸ ἐν ᾧ ἡ κακία, καὶ ἔσται κατὰ σὲ αὐτὸς ὁ διάβολος κακία καὶ ὁ τούτου δημιουργὸς κακίας δημιουργός, καί, ἐπειδὴ ἐν τῇ οὐσίᾳ τὸ συμβεβηκός, ἔσται τὸ συμβεβηκὸς οὐσία καὶ συμβεβηκὸς ἡ οὐσία, ἢ ἐπειδὴ ἔμψυχον τὸ σῶμα, φημὶ τὸ ἀνθρώπινον, ἔσται κατὰ σὲ τὸ σῶμα ψυχή. Καὶ τίς ταύτης τῆς συγχύσεως τὴν μανίαν ὑποίσει;

Intertext edge

Open linked passage

Note