Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
120.1
Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἀκάκιον ἐπίσκοπον Μελιτηνῆς ἐπιστολῆς· Ἀλλὰ γὰρ ἴσως ἐκεῖνο φαῖεν ἂν οἱ δι' ἐναντίας· Ἰδοὺ δὴ σαφῶς οἱ τῆς ὀρθῆς πίστεως τὴν ὁμολογίαν ποιούμενοι δύο μὲν ὀνομάζουσι φύσεις, διαιρεῖσθαι δὲ τὰς τῶν θεηγόρων φωνὰς διατείνονται κατά γε τὴν διαφορὰν αὐτῶν. Εἶτα πῶς οὐκ ἐναντία ταῦτα τοῖς σοῖς; Οὐ γὰρ ἂν ἔχοις προσώποις δυσὶν ἤγουν ὑποστάσεσι τὰς φωνὰς διανέμειν. Ἀλλ', ὦ βέλτιστοι, φαίην ἄν, γεγράφαμεν ἐν τοῖς κεφαλαίοις· «Εἴ τις προσώποις δυσὶν ἤγουν ὑποστάσεσι διανέμει τὰς φωνὰς καὶ τὰς μὲν ὡς ἀνθρώπῳ παρὰ τὸν ἐκ θεοῦ λόγον ἰδικῶς νοουμένῳ προσάπτει, τὰς δὲ ὡς θεοπρεπεῖς μόνῳ τῷ ἐκ θεοῦ πατρὸς λόγῳ, οὗτος ἔστω κατάκριτος.» Φωνῶν δὲ διαφορὰν κατ' οὐδένα τρόπον ἀνῃρήκαμεν.