Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
125.1
Σχόλιον. Σκοπείτω πᾶς τις μὴ τυφλώττων τὸν νοῦν τοῦ πατρὸς τὴν ἔννοιαν. Οὐκ εἶπε γάρ, «μετὰ μέντοι τὴν ἕνωσιν» οὐχ ὁμολογοῦμεν τὰς φύσεις, ἀλλ' «οὐ διαιροῦμεν»· δύο γὰρ τὰς φύσεις εἶναί φησιν· «Ἕνα δὲ υἱὸν καὶ Χριστὸν καὶ κύριον», καὶ εἰπὼν «ἕνα φαμὲν υἱὸν» ἐπήγαγε «καὶ μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην», φύσιν ἐνταῦθα τὴν ὑπόστασιν ὀνομάσας. Οὐ γὰρ φύσις ἤτοι οὐσία ὁ υἱός, ἀλλ' ὑπόστασις. Εἰ γὰρ φύσις ὁ υἱός, οὐκ ἔστι δὲ ὁ πατὴρ υἱός, οὐδὲ τῆς αὐτῆς ἔσται τῷ υἱῷ φύσεως· ὅμως καὶ τῆς σαρκὸς ἐνδείκνυται τὴν φύσιν πρὸς τὸν αὐτὸν Σούκενσον γράφων· ὥστε, εἰ καὶ καθ' ὑμᾶς οὐσίαν ἐνταῦθα τὴν φύσιν φησίν, εἰσκομίζει καὶ τὴν τῆς σαρκὸς φύσιν διὰ τοῦ εἰπεῖν «σεσαρκωμένην». Γράφει γοῦν οὕτως· 126 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Σούκενσον δευτέρας ἐπιστολῆς· Εἰ μὲν γὰρ «μίαν» εἰπόντες «τοῦ λόγου φύσιν» σεσιγήκαμεν οὐκ ἐπενεγκόντες τὸ «σεσαρκωμένην», ἀλλ' οἷον ἔξω τιθέντες τὴν οἰκονομίαν, ἦν αὐτοῖς τάχα που καὶ οὐκ ἀπίθανος ὁ λόγος προσποιουμένοις ἐρωτᾶν· Εἰ μία φύσις τὸ ὅλον, ποῦ τὸ τέλειον ἐν ἀνθρωπότητι ἢ πῶς ὑφέστηκεν ἡ καθ' ἡμᾶς οὐσία; Ἐπειδὴ δὲ καὶ ἡ ἐν ἀνθρωπότητι τελειότης καὶ τῆς καθ' ἡμᾶς οὐσίας ἡ δήλωσις εἰσκεκόμισται διὰ τοῦ εἰπεῖν «σεσαρκωμένην», παυσάσθωσαν καλαμίνην ῥάβδον ἑαυτοῖς ὑποστήσαντες.