Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
129.1
Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Καισάριον μονάζοντα ἐπιστολῆς· Οὕτω κἀνταῦθα τῆς θείας αὐτῷ φύσεως ἐνιδρυσάσης ἕνα υἱόν, ἓν πρόσωπον τὸ συναμφότερον ἀπετέλεσε, γνωριζόμενον μέντοι ἀδιαιρέτῳ καὶ ἀσυγχύτῳ λόγῳ οὐκ ἐν μιᾷ μόνῃ τῇ φύσει, ἀλλ' ἐν δυσὶ τελείαις. Ἐπὶ γὰρ μιᾶς ποῦ τὸ ἀσύγχυτον; Ποῦ τὸ ἀδιαίρετον; Ποῦ ἡ ἕνωσις λεχθείη; Ἑαυτῇ γὰρ ἑνοῦσθαι ἢ διαιρεῖσθαι ἀδύνατον. Ποῖος ᾅδης ἠρεύξατο μίαν ἐπὶ Χριστοῦ φύσιν λέγειν μετὰ τὴν ἕνωσιν; Ἢ γὰρ τὴν θείαν κρατοῦντες τὴν ἀνθρωπίνην ἀρνοῦνται, φημὶ τὴν ἡμετέραν σωτηρίαν, ἢ τὴν ἀνθρωπίνην κατέχοντες τῆς θείας φύσεως τὴν ἄρνησιν ποιοῦνται· ἐπεὶ λεγέτωσαν, ποῖα ἀπολώλεκε τὸ ἴδιον; Εἰ γὰρ ἔτι ἔρρωται ἡ ἕνωσις, πάντως καὶ τὰ τῆς ἑνώσεως ἰδιώματα ἀποσῴζεσθαι ἀνάγκη· ἐπεὶ οὐχ ἕνωσις τοῦτο, ἀλλὰ σύγχυσις καὶ ἀφανισμὸς τῶν φύσεων.