Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Jacobitas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Ὅτι μὲν οὖν οὐκ ἔστιν οὐσία ἀνυπόστατος, ἴσμεν σαφῶς, ἀλλ' οὐ ταὐτόν φαμεν ἐνυπόστατον καὶ ὑπόστασιν, οὔτε μὴν οὐσίαν τε καὶ ἐνούσιον· ἀλλ' ἐνούσιον μὲν τὴν ὑπόστασιν, ἐνυπόστατον δὲ τὴν οὐσίαν. Τήν τε γὰρ οὐσίαν τῆς ἁγίας θεότητος ἐνυπόστατον ἴσμεν (ἐν ταῖς τρισὶ γάρ ἐστιν ὑποστάσεσι) καὶ ἑκάστην τῶν ὑποστάσεων ὡσαύτως ἐνούσιον (ἐν τῇ οὐσίᾳ γὰρ αὗται τελοῦσι τῆς ἁγίας θεότητος). Καὶ ἐπὶ τῆς ἀρρήτου καὶ πάντα νοῦν ὑπερκειμένης τοῦ κυρίου οἰκονομίας ἐνούσιον μέν φαμεν τὴν ὑπόστασιν ὡς ἐν ταῖς οὐσίαις τελοῦσαν, ἐξ ὧν καὶ συντέθειται, ἐνυπόστατον δὲ ἑκάστην τῶν οὐσιῶν αὐτοῦ· ἔχουσι γὰρ κοινὴν τὴν μίαν αὐτοῦ ὑπόστασιν ἡ μὲν θεότης αὐτοῦ ἀϊδίως, καθὰ καὶ τὴν τοῦ πατρὸς καὶ τοῦ πνεύματος, ἡ δὲ ἔμψυχος καὶ λογικὴ αὐτοῦ σάρξ, ταὐτὸν δ' εἰπεῖν ἡ ἀνθρωπότης αὐτοῦ, προσφάτως ἐν αὐτῇ ὑποστᾶσα καὶ αὐτὴν κληρωσαμένη ὑπόστασιν. Οὕτως οὔτε ἀνυπόστατος οὐθ' ἑτέρα τῶν τοῦ Χριστοῦ φύσεών ἐστιν οὔτε ἑκάστη καθ' αὑτὴν ὑπόστασίς ἐστιν ἢ ἰδίᾳ καὶ ἀνὰ μέρος ὑπόστασιν κέκτηται, ἀλλὰ τὴν αὐτὴν καὶ μίαν ἀμφότερα.

Intertext edge

Open linked passage

Note