Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
Τούτων οὕτω προδιωρισμένων ἐπὶ τὸ ζητούμενον ἔλθωμεν. Τοῦτο δέ ἐστιν, εἰ δύο φύσεις ἐστὶν ὁ Χριστὸς καὶ ἐν δυσὶ φύσεσιν ἢ μία, καθὰ τερατεύεσθε. Χρὴ τοιγαροῦν τὸν περί τινος συλλογιζόμενον ἐκ κοινῶν καὶ ἀληθῶν ἐννοιῶν– κοινῶν δέ φημι τῶν παρ' ἀμφοτέροις ὁμολογουμένων– τὰς ἀρχὰς ἤτοι τὰς προτάσεις ποιεῖσθαι· οὕτω γὰρ συλλογισμὸς καὶ οὐ παραλογισμὸς τὸ πλεκόμενον εἴη, τό τε συμπέρασμα ἀληθὲς καὶ οὐκ ἄτοπον.