Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Jacobitas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1
Εἰ τὰ ἑνούμενα ἕν εἰσι κατὰ πάντα, τὸ δὲ σῶμα ἐξ ἐναντίων ποιοτήτων σύγκειται, ἐροῦμεν, ὡς θερμότης καὶ ψύξις ταὐτὸν καὶ ξηρότης καὶ ὑγρότης ὁμοίως ταὐτόν, καὶ Πέτρος καὶ Ἰωάννης, ἐπειδὴ τῇ φύσει ἥνωνται, ἄρα καὶ τῇ ὑποστάσει εἷς οἱ δύο τυγχάνουσιν. Ἀλλ' οὐχ οὕτω τοῖς εὖ φρονοῦσι καὶ τῇ ἀληθείᾳ δοκεῖ, μᾶλλον δὲ τὰ ἑνούμενα, καθὸ ἥνωται, ἓν εἶναι· Πέτρον μὲν καὶ Ἰωάννην, ἐπειδὴ κατὰ φύσιν ἥνωνται, ὁμοούσιοι τυγχάνοντες ἓν εἶναι κατὰ τὴν φύσιν, ψυχὴν δὲ καὶ σῶμα, ἐπειδὴ καθ' ὑπόστασιν ἥνωνται, ἓν εἶναι κατὰ τὴν ὑπόστασιν· Οὐ γὰρ κατὰ φύσιν ἓν εἶναι ψυχὴν καὶ σῶμα εἴποι τις ἂν νήφων τὸν λογισμόν.

Intertext edge

Open linked passage

Note