Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Εἰ ἐκ δύο φύσεων ἡ ἕνωσις γέγονεν, ἢ πρὸ τῆς ἑνώσεως ἦσαν δύο ἢ ἐν τῇ ἑνώσει ἢ μετὰ τὴν ἕνωσιν. Καὶ εἰ μὲν πρὸ τῆς ἑνώσεως ὑπέστησαν, τί Νεστορίῳ μεμφόμεθα; Εἰ δὲ καὶ μετὰ τὴν ἕνωσιν ἡ σὰρξ ὑφέστηκε, τί ἡμῖν μέμφεσθε; Εἰ δὲ ἐν τῇ ἑνώσει φατέ, μένει δὲ ἡ ἕνωσις, καὶ νῦν καὶ εἰς τὸν αἰῶνα ἀδιάσπαστος καὶ νῦν εἰς τὸν αἰῶνα δύο εἰσί τε καὶ ἔσονται. Εἰ δὲ τῷ καιρῷ τῆς τοῦ λόγου σαρκώσεως τὸ ἓν τῇ ἑνώσει φατέ, πρὶν ἑνωθῶσιν, ἦσαν δύο ἢ ἑνωθέντα; Εἰ μὲν γὰρ πρὸ τῆς ἑνώσεως ὑπῆρξαν ἀμφότερα, ἐξ ὑποστάσεων ἀνάγκη λέγειν δύο τὴν ἕνωσιν· εἰ δὲ ἐν τῇ ἑνώσει δύο φατέ, ὁ δὲ ἀριθμὸς καθ' ὑμᾶς πάντως εἰσάγει διαίρεσιν, διαιρέσεως αἰτία ἡ ἕνωσις, καὶ ἐν τῇ ἑνώσει διαιρεῖτε τὴν ἕνωσιν.