Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
Εἰ φυλάττει ἕκαστον τὰ ἐξ ὧν ὁ Χριστὸς τὸν ἴδιον τῆς οὐσίας ὅρον τε καὶ λόγον κἂν τῇ ἑνώσει καὶ ἕτερος μὲν ὁ τῆς Χριστοῦ θεότητος ὅρος καὶ ὁ τῆς αὐτοῦ ἀνθρωπότητος ἕτερος, τί τὰ μὴ ὑπὸ ἕνα καὶ τὸν αὐτὸν ὅρον ταττόμενα μίαν καὶ οὐ δύο φύσεις λέγετε; 20 Εἰ ὁμοούσιος ἡ τοῦ θεοῦ λόγου σὰρξ τῇ ἀκτίστῳ αὐτοῦ θεότητι καθ' ὑμᾶς, συνουσίωσιν νοσεῖτε· καὶ τί μὴ τὸ πάλαι ὑμῖν ὠδινόμενον ἀπορρήγνυτε; Εἰ δὲ οὐχ ὁμοούσιος, πῶς τὰ μὴ ὁμοούσια μιᾶς ἂν εἴη φύσεως ἢ πῶς τὰ μιᾶς φύσεως οὐχὶ καὶ ὁμοούσια; Εἰ μὴ γὰρ μεθύομεν, ὁμοουσιότητος ὅρος ἐστὶ τὰ τὴν αὐτὴν οὐσίαν ἔχοντα.