Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Jacobitas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
«Οὐδὲ τὸ καλὸν καλόν, ὅτε μὴ καλῶς γένηται», σοφῶν ῥῆσις σοφή τίς ἐστιν. Μαρτυρεῖ δὲ καὶ τοῖς Ἑβραίων παισὶν ὁ θεῖος ἀπόστολος ὡς ζῆλον μὲν θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν, οὐκ ἐν ἐπαίνῳ τὴν μαρτυρίαν τιθείς, ἀλλὰ δήπου μεμφόμενος. Καλὸν ὁ ζῆλος τῆς εὐσεβείας, ἀλλ' ἀγάπῃ συγκεκραμένος· στυγητὸν ἡ κακία, ἀλλ' ἐλέους ὁ ταύτην δεχόμενος ἄξιος. Μισῶ τὴν σηπεδόνα, τὸ μέλος δὲ περιέπω, ἕως οὔπω τέλεον ἄχρηστον, καὶ «πάντα μὲν δὴ κάλων κινῶ», τὸ δὴ λεγόμενον, καὶ τέχνην ἀνιχνεύω ἅπασαν καὶ ἀλεξίκακον μηχανῶμαι φάρμακον καὶ θεὸν ἐπιβοῶμαι συνέριθον αἰδοῖ καὶ πόθῳ τοῦ ὁμοφύλου καὶ τῆς ὁμωνυμίας βαλλόμενος καὶ τὸν θύραθεν μῶμον ἀποσειόμενος. Εἰ μὲν οὖν πείσω, τὴν ὑγίειαν τῷ δεδωκότι χάρις τῆς ὑγιείας· εἰ δὲ μὴ πείσω, «ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ» τομῇ τὸ ποθούμενον παραδίδωμι, ἀλγῶν μέν, ἀλλ' ὅμως ἐκδίδωμι φεύγων τὴν συνουσίαν, ὡς ἂν μὴ διανεμηθείη τὸ κακόν, ὡς πλείονα γενέσθαι τὰ ἀχρειούμενα, καὶ μετὰ τοῦ προφήτου οὐκ ἐπιτωθάζων, ἀλλ' ὀδυρόμενος φθέγγομαι· «Ἰατρεύσαμεν τὴν Βαβυλῶνα καὶ οὐκ ἰάθη.» Καὶ τὴν αἰτίαν προστίθημι· «Διότι οὐκ ἠθέλησεν.» Αὐθαίρετος γὰρ ἥ τε νόσος καὶ τῆς θεραπείας ἡ εἰσδοχή. Ταῦτά με πρὸς τὸ γράφειν παρώρ μησεν· οὐκ ἔρις, οὐ ζῆλος, οὐκ ἔλεγχος, οὐ νίκης ἔφεσις, οὐκ ἐπιδείξεως τρόπος, οὐ μῖσος, ἀλλ' ἔλεος ἐκ πόθου θείου καὶ τοῦ πλησίον ὁρμώμενος. «Ἐὰν γὰρ ὑποστείλῃ», φησίν, «οὐκ εὐδοκεῖ ἐν σοὶ ἡ ψυχή μου.» Εἰς τοῦτο γὰρ ἡμᾶς ὁ θεὸς ἔθετο· παρακαλεῖν, νουθετεῖν, ἐπιστρέφειν, φιλοκαλεῖν, σκάπτειν, κόπρον περιτιθέναι, θεραπεύειν τὴν ἀκαρπίαν. Ἀκαρπίαν δὲ καὶ τὴν κακοκαρπίαν φαμὲν ὥσπερ ἄφωνον τραγῳδὸν τὸν κακόφωνον· «οὐαὶ γάρ μοι, ἐὰν μὴ εὐαγγελίζωμαι», καὶ εἰ κατορύξω τὸ τάλαντον, ἀχρεῖος καὶ πονηρὸς διὰ τὸν ὄκνον γινόμενος ἀποπεμφθήσομαι τῆς χαρᾶς τοῦ κυρίου μου. Δέξασθε τοίνυν λόγον ἰάσεως τῇ τοῦ πνεύματος κροτούμενον χάριτι, ὡς ἂν ἡσθῇ μὲν θεός, κοινωνὸν δὲ τῆς εὐφροσύνης τὴν ἐκκλησίαν ποιήσητε. Μίαν δὲ ταύτην ἐπουρανίων καὶ ἐπιγείων ὁ σταυρὸς τοῦ κυρίου εἰργάσατο.

Intertext edge

Open linked passage

Note