Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Jacobitas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1
Ἡ διαφορὰ τοὐλάχιστον δύο εἰσάγει τὰ διαφέροντα, ἢ φύσεις ἢ ὑποστάσεις, ἢ μίαν ὑπόστασιν ἑαυτῆς διαφέρουσαν. Καὶ εἰ μὲν φύσεις, οὐσιωδῶς· εἰ δὲ ὑποστάσεις, ἐπουσιωδῶς· εἰ δὲ μίαν ὑπόστασιν, ἀλλοιουμένην καὶ μεταβαλλομένην κατὰ τὸ χωριστὸν συμβεβηκός. Ἕλεσθε τοιγαροῦν τούτων θάτερον· ἢ δύο ὑποστάσεις μετὰ τὴν ἕνωσιν τὸν Χριστὸν εἴπατε ἢ κατὰ τὸ χωριστὸν συμβεβηκὸς διαφέρειν τὴν θεότητα αὐτοῦ τῆς αὐτοῦ ἀνθρωπότητος, καὶ ἔσται τὸ ἄκτιστον καὶ ἄναρχον καὶ ἀπαθὲς καὶ παντοδύναμον καὶ τὰ τοιαῦτα, ὁμοίως δὲ καὶ τὸ κτιστὸν καὶ ἠργμένον καὶ παθητὸν καὶ τὰ τοιαῦτα συμβεβηκότα καὶ ταῦτα χωριστὰ καὶ τρεπτὰ καὶ ἀλλοιωτὰ τὰ ἐξ ὧν ὁ Χριστός, ἢ δύο φύσεις τὸν Χριστὸν μεθ' ἡμῶν καὶ τῆς ἀληθείας κηρύξατε, ὧν καὶ τὴν διαφορὰν ὁμολογεῖτε. Οὐσιῶν γὰρ διαφορὰν λέγοντες οὐσῶν λέγειν καὶ σῳζομένων ἀναγκασθήσεσθε· τοῦ γὰρ μὴ ὄντος οὔτε διαφορὰ ἂν εἴη. Πῶς γὰρ διαφέρουσι τὰ μὴ σῳζόμενα· εἰ δὲ ὄντως σῴζονται, καὶ ἀριθμείσθωσαν.

Intertext edge

Open linked passage

Note