Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1
Εἰ δέ φατε, ὡς ἐκ δύο φύσεων μία φύσις ἐχρημάτισε σύνθετος, εἴπατε ἡμῖν· Πῶς συντίθεσθαι τὰ συντιθέμενα πέφυκε; Μία γὰρ φύσις σύνθετος ἐκ διαφόρων συνίσταται φύσεων, ὅταν ἑνουμένων φύσεων ἕτερόν τι παρὰ τὰ ἑνωθέντα τὸ ἀποτελούμενον γίνηται καὶ μήτε τοῦτο κυρίως μήτε ἐκεῖνο, ἀλλ' ἕτερον νοῆται καὶ λέγηται, ὡς ἀπὸ τῶν τεσσάρων στοιχείων, πυρός φημι καὶ ἀέρος γῆς τε καὶ ὕδατος, συσταίη σῶμα, ἑνουμένων δηλαδὴ τῶν τεσσάρων καὶ συγκιρναμένων, καὶ τὸ ἀποτελούμενον οὔτε πῦρ ἐστιν οὔτε λέγεται οὔτε ἀὴρ οὔτε ὕδωρ οὔτε γῆ, ἀλλ' ἐκ τούτων παρὰ ταῦτα ἕτερον· ὁμοίως ἀπὸ ἵππου καὶ ὄνου ἡμίονος οὐδὲ ἵππος οὐδ' ὄνος ἐστὶν οὐδὲ λέγεται, ἀλλ' ἐκ τούτων παρὰ ταῦτα ἕτερον. Ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐκ θεότητος ὢν καὶ ἀνθρωπότητος ἐν θεότητί τέ ἐστι καὶ ἐν ἀνθρωπότητι τέλειος, καὶ θεὸς καὶ ἄνθρωπος ἔστι τε καὶ λέγεται, καὶ ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, ὅπερ ἐπὶ τῆς συνθέτου φύσεως οὐκ ἔστιν εὑρεῖν· οὐ γὰρ ὅλον τὸ σῶμα πῦρ οὐδ' ὅλος ὁ ἄνθρωπος ψυχὴ ἢ ἵππος ὅλη ἐστὶν ἡ ἡμίονος. Διὸ οὐ μία σύνθετος φύσις ἐστὶν ὁ Χριστός, ἀλλὰ μία ὑπόστασις σύνθετος, οὐκ ἐξ ἑτέρων ἕτερον, ἀλλ' ἐξ ἑτέρων τὰ αὐτά· ἐκ θεότητος γὰρ καὶ ἀνθρωπότητος θεός τέ ἐστι καὶ ἄνθρωπος τέλειος, δύο μέντοι φύσεις ἐν μιᾷ συνθέτῳ ὑποστάσει καὶ ἐν δυσὶ φύσεσι μία ὑπόστασις σύνθετος.