Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1
Εἰ δὲ κατ' ἐπίνοιαν τοῦ Χριστοῦ τὰς φύσεις λέγετε καὶ θεωρίαν, εἴπατε ἡμῖν, οἱ τῶν φύσεων ἐπινοηταὶ καὶ θεωρηταί· Ἡ ἐπίνοια ἀληθῶν καὶ ὄντων πραγμάτων ἐστίν, οἱονεὶ τὰ τῇ αἰσθήσει δοκοῦντα ἁπλᾶ τῇ νοήσει διαρθροῦσα καὶ διακρίνουσα, ὡς ἐπὶ ἀνθρώπου σὺν τῷ φαινομένῳ σώματι καὶ τὴν ψυχὴν ἐπιγινώσκουσα τὴν ἀόρατον ἢ διανοίας ἀνάπλασμα κατὰ συμπλοκὴν αἰσθήσεώς τε καὶ φαντασίας ἐκ τῶν ὄντων τὰ μηδαμῶς ὄντα συντιθεῖσα καὶ ἀναπλάττουσα ὡς ἡ τῶν ἱπποκενταύρων καὶ τραγελάφων μυθοπλαστία– πρᾶγμα οὖν σημαίνει–, ἢ ψιλὴ φωνὴ καὶ ἄσημός ἐστιν ὡς σκινδαψὸς καὶ τὸ βλίτυρι; Εἰ μὲν οὖν τὸ δεύτερον, φαντασία καὶ φενακισμὸς τὸ τῆς οἰκονομίας μυστήριον· εἰ δὲ τὸ πρότερον, δύο δὲ κατ' ἐπίνοιαν τὰς φύσεις θεωρεῖτε– ὄντων δὲ ἡ θεωρία–, τί τὰ ὄντα μὴ ἀριθμεῖτε, ὅπου γε οἱ πατέρες οἱ ἅγιοι οὐ τὰς φύσεις, τὴν δὲ τούτων διάστασιν κατ' ἐπίνοιαν εἶπον; «Ἡνίκα γὰρ αἱ φύσεις», φησί, «διίστανται ταῖς ἐπινοίαις.» Εἰ οὖν τῇ ἐπινοίᾳ αἱ φύσεις διίστανται, δῆλον, ὡς οὐκ ἐνεργείᾳ οὐδὲ ὑπάρξει τὸ ἐπινοίᾳ· εἰ γὰρ τὸ ἐπινοίᾳ ὑπάρξει, ἐπινοίᾳ δὲ ὁ πατὴρ τὴν διάστασιν ἔφη, ἐνεργείᾳ καὶ ὑπάρξει φησὶν τὴν διάστασιν, ὅπερ ἀμήχανον. Ὑμεῖς τοιγαροῦν ἐπινοίᾳ τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν λέγοντες, οὐκ ἐνεργείᾳ οὐδὲ πράγματι ταύτας ὁμολογεῖτε. Οὐκοῦν οὔτε θεὸς ἔσται καθ' ὑμᾶς ἀληθείᾳ καὶ ὑπάρξει οὐδὲ ἄνθρωπος, ἀλλά τι παρὰ ταῦτα ἕτερον.