Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
35.1
Εἰ μία φύσις ἐστὶ τοῦ Χριστοῦ, εἴπατε ἡμῖν τὸ ταύτης ὄνομα· χρὴ γὰρ τὸ ὂν καὶ ὀνομάζεσθαι καὶ οἰκείως ὀνομάζεσθαι ὥσπερ θεοῦ φύσις θεότης καὶ ἀνθρώπου ἀνθρωπότης. Πῶς οὖν τὴν Χριστοῦ φύσιν ὀνομάσομεν; Χριστότητα; Ἀλλ' οὐδεὶς τῶν θεοπνεύστων εἴρηκε τοῦτο. Ἀλλὰ θεοτητοανθρωπότητα; Ἀλλ' οὐδὲ τοῦτο. Τί οὖν ἡμῖν φύσιν ἀνώνυμον εἰσκομίζετε; Εἰ δέ φατε, ὅτι καινοτομοῦνται φύσεις καὶ τῷ ξένῳ τοῦ μυστηρίου ξένον τι γίνεται, ἀλλ' οὐδὲν τῆς τοῦ θεοῦ φύσεως ἀληπτότερον ἢ ὑψηλότερον καὶ ὅμως τὸ μόνον ἄληπτον ἠνέσχετο πρὸς ἡμῶν ὀνομάζεσθαι. Ἢ τοίνυν ὑψηλοτέραν καὶ κρείττονα τῆς θεότητος τὴν πρὸς ὑμῶν σχεδιασθεῖσαν φύσιν εἴπατε, καὶ ἀρκεῖ ἡμῖν, ἢ τὸ ταύτης ὄνομα ἐμφανίσατε ἢ μετὰ τῶν κηρύκων τῆς ἀληθείας θεότητα καὶ ἀνθρωπότητα τὰς φύσεις Χριστοῦ εἴπατε καὶ οὐ τὴν φύσιν· θεότης γὰρ καὶ ἀνθρωπότης μία φύσις οὐκ ἔστιν.