Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
37.1
Εἰ ἡ σύνθετος ὑμῶν φύσις οὐδὲ τῷ πατρὶ καθόλου ἐστὶν ὁμοούσιος οὐδὲ τῇ μητρί, τὸ δὲ ὅλον ἐστὶν ὁ Χριστός, ὁ Χριστός, ᾗ Χριστός, οὐδενί ἐστιν ὁμοούσιος. Καὶ εἰ τοῦτο, ὅτε ἐστί τινι ὁμοούσιος, οὐκ ἔστι Χριστός. Ὁμοούσιος οὖν ὢν τῷ πατρὶ οὐκ ἔστι Χριστός. Ἀνάγκη τοίνυν δυοῖν θάτερον ἢ ὁμοούσιον ὄντα τῷ πατρὶ μὴ εἶναι Χριστόν, ἢ Χριστὸν ὄντα μὴ εἶναι τῷ πατρὶ ὁμοούσιον.