Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Jacobitas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
43.1
Εἰ μία φύσις σύνθετός ἐστι τοῦ Χριστοῦ, ἢ παθητὴ ἔσται μόνον ἢ ἀπαθὴς ἢ παθητοαπαθὴς καὶ κατὰ ταὐτὸν ἀμφότερα ἢ τρεπτὴ καὶ ποτὲ μὲν παθητή, ποτὲ δὲ ἀπαθής, ἢ μέρος αὐτῆς παθητὸν καὶ μέρος αὐτῆς ἀπαθές. Οἵαν οὖν βούλεσθε τῶν ἀσεβειῶν, ἕλεσθε. Εἰ γὰρ παθητὴ μόνον, οὐ θεὸς ὁ Χριστός. Εἰ δὲ ἀπαθὴς μόνον, οὐκ ἄνθρωπος. Εἰ δὲ ποτὲ μὲν παθητή, ποτὲ δὲ ἀπαθής, οὐδ' ὁπότερον φύσει, κατὰ συμβεβηκὸς δὲ μᾶλλόν ἐστι· τὸ γὰρ φύσει πεφυκὸς οὐ μεθίσταται. Εἰ δὲ μέρος αὐτῆς παθητὸν καὶ μέρος ἀπαθές, φύσει δὲ ἑκάτερόν ἐστι τοῦθ' ὅπερ ἐστί, οὐ τῆς αὐτῆς ἔσται τὰ μέρη φύσεως καὶ οὕτω δύο φύσεις ἔσται ὁ Χριστός, ὃς οὐ φύσις μία ἐστίν, ἀλλ' ὑπόστασις μία σύνθετος ἐκ δύο φύσεων καὶ ἐν δυσὶ φύσεσι καὶ δύο φύσεις. Τὴν γὰρ αὐτὴν φύσιν παθητὴν ἅμα καὶ ἀπαθῆ εἶναι, ἀμήχανον· τῶν ἐναντίων γὰρ οὐσιωδῶν διαφορῶν δεκτικὴ εἶναι μία καὶ ἡ αὐτὴ φύσις οὐ δύναται.

Intertext edge

Open linked passage

Note