Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Jacobitas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
44.1
Ἐπὶ πάσης ἑνώσεως τὰ ἑνούμενα, κἂν συγχέηται, κἂν συγκιρνᾶται, μένει τῆς οἰκείας μὴ ἐξιστάμενα φύσεως. Κἄν τε γὰρ οἶνος ὕδατι κραθῇ, αἱ δύο φύσεις εἰσὶν ἐν τῷ κράματι· καὶ κηρὸς καὶ πίσσα, εἰ καὶ συγκέχυνται, ἀλλ' οὐδέτερον τῆς οἰκείας ἐξέστη φύσεως, ἀλλ' ἐν τῷ μίγματι αἱ δύο διαμένουσι φύσεις. Εἰ γὰρ καὶ ἥνωνται καὶ τὴν οἰκείαν ἕκαστον οὐκ ἐνδείκνυται ἰδιότητα καθαρὰν καὶ ἀλώβητον διὰ τὴν πρὸς τὸ ἑνωθὲν σύγχυσίν τε καὶ σύγκρασιν, ἀλλ' ὅμως κατὰ φύσιν ἕκαστον, ὅπερ ἦν, τοῦτό ἐστι καὶ δύο φύσεις, οὐ μία τοῖς εἰδόσι κρίνειν τὰ τοιάδε λογίζονται· τίς γὰρ οὐκ οἶδεν, ὡς ἐν τῷ ἐξ οἴνου καὶ ὕδατος κράματι δύο φύσεις εἰσίν; Εἰ οὖν ταῦτα οὕτως ἔχει, πῶς ὑμεῖς καὶ τὴν διαφορὰν εἰδότες καὶ τὰς ἰδιότητας ὁμολογοῦντες τῶν φύσεων μίαν ταύτας καὶ οὐ δύο κηρύττετε καὶ οὐδὲ τὰ τῆς συγχύσεως ταῖς ἀσυγχύτοις δίδοτε; Ἀλλὰ δῆλον, ὡς τροπὴν καὶ ἀφανισμὸν καὶ συνουσίωσιν ὠδίνετε μέν, εἰς τοὐμφανὲς δὲ προσαγαγεῖν ἐν τροπῇ τῆς ἀσεβείας οὐ βούλεσθε.

Intertext edge

Open linked passage

Note