Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
45.1
Τὰ ἑνούμενα τῇ ἑνώσει γίνεται ἓν οὐ μετὰ τὴν ἕνωσιν, καὶ ὅσον μένει ἐν τῇ ἑνώσει καὶ ἡ ἕνωσις σῴζεται, ἕν εἰσι, καθὸ ἥνωνται. Πῶς οὖν ὑμεῖς ἐν μὲν τῇ ἑνώσει δύο φατέ, μετὰ δέ γε τὴν ἕνωσιν μίαν γεγενῆσθαι φύσιν αὐθαδιάζεσθε τοῦ μακαρίου Κυρίλλου τὸ μετὰ τὴν ἕνωσιν ἀντὶ τοῦ ἐν τῇ ἑνώσει ἐξειληφότος; Πότε γὰρ ἡ ἕνωσις γενομένη πέπαυται ἢ τί τὸ ταύτην παῦσαν, ὡς ἂν ἕτερον τὸ ταύτης ἀποτέλεσμα μετ' αὐτὴν καὶ οὐκ ἐν αὐτῇ παρὰ τὰ ἐξ ὧν ἐστιν ὑποπτεύηται; Οὐ γάρ ἐστιν ἡ ἕνωσις ὡς ἡ τῶν γενομένων καὶ μηκέτι ὄντων φύσις, οἷον ὁ χρόνος καὶ ἡ ὄρχησις καὶ τὰ τοιαῦτα.