Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Jacobitas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Πρῶτον οὖν, εἰ δοκεῖ, περὶ φύσεώς τε καὶ ὑποστάσεως διερευνήσαντες καὶ ἑκάστου μαθόντες τὸ σημαινόμενον οὕτως, εἰ δύο φύσεις ἐπὶ Χριστοῦ χρὴ λέγειν ἢ μίαν, ἀριδήλως εἰσόμεθα. Ἔστω δὲ προδιωρισμένος καὶ ὁ σκοπός, μὴ ἔριδι τὴν ἀλήθειαν ἐξοστρακίζειν, πόθῳ δὲ ταύτην ἰχνηλατεῖν· οὕτω γὰρ οἶδε τοῖς ζητοῦσιν εὑρίσκεσθαι. «Ἐγγίσατε γάρ μοι», φησί, «καὶ ἐγγιῶ ὑμῖν», καὶ «ὅπου συναχθῶσι δύο ἢ τρεῖς ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν», ἀλλὰ καὶ «αἰτεῖτε καὶ οὐ δοθήσεται ὑμῖν, διότι κακῶς αἰτεῖτε», καὶ «ὅπου ἔρις καὶ ζῆλοι καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;», καὶ «οὐ δύνασθε πιστεύειν εἰς ἐμὲ δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες.»

Intertext edge

Open linked passage

Note