Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
50.1
Εἰ δέ φατε, ὡς ἡ δυὰς διαίρεσιν εἰσφέρει, μάθετε καλῶς διδασκόμενοι, ὡς τὸν ἀριθμὸν οὐ διαίρεσιν ὁ φιλόσοφος λόγος ὁρίζεται, ἀλλὰ σωρείαν μονάδων ἢ χύσιν μονάδων. Ὥστε μᾶλλον ἕνωσιν δηλοῖ ἢ διαίρεσιν. Ἡ μὲν γὰρ διαίρεσις τῆς μονάδος ἥμισύ ἐστι καὶ ἥμισυ, ἡ δὲ δυὰς πρόσθεσις μονάδος· μᾶλλον γὰρ τὸ τὰ δύο ἓν καὶ ἓν εἰπεῖν ἐστι διαιρέσεως, τὸ δὲ ἓν καὶ ἓν ὑφ' ἓν συλλαβεῖν καὶ δύο εἰπεῖν συναφείας τε καὶ ἑνώσεως. Ἢ συνάγει τοίνυν ὁ ἀριθμός, ἀλλ' οὐχὶ διαιρεῖ, ἐπεί, εἰ τομὴ τῆς μονάδος ἐστὶν ἡ δυάς, τὸ δὲ τεμνόμενον διχῇ τέμνεται, τομὴ καὶ οὐ πρόσθεσίς ἐστιν ὁ ἀριθμός, καὶ εἰ τοῦτο, ὥσπερ ἡ μονὰς τεμνομένη τὴν δυάδα ποιεῖ, τὸν αὐτὸν τρόπον ἔδει καὶ τὸν δύο τεμνόμενον τὴν τετράδα ποιεῖν. Καὶ πόθεν ἦλθεν ὁ τρία; Ἔδει γὰρ μόνους τοὺς ἀρτίους ἀριθμεῖσθαι ὑπεξαιρουμένων τῶν περιττῶν– ἢ μᾶλλον εἰπεῖν ἀληθές, ὡς ὁ ἀριθμὸς διττὸς λέγεται· ὁ μὲν γάρ ἐστι καθ' αὑτὸν ὡς αὐτὴ ἡ φύσις τοῦ ἀριθμοῦ, ὁ δὲ ἐν σχέσει καὶ πράγματι θεωρούμενος, ὥσπερ λευκὸν ἥ τε λευκότης καὶ τὸ λελευκασμένον. Αὕτη τοίνυν ἡ φύσις τοῦ ἀριθμοῦ οὔτε διαιρεῖ οὔτε συνάπτει, ἀλλ' ἀμφότερα δέχεται· οἷον ἡ δυάς, εἰ μὲν τὰς μονάδας, ἐξ ὧν συνίσταται, σκοπεῖς, εἰς ταῦτα διαιρεῖται– τὰ γὰρ δύο διαιρεῖται εἰς ἓν καὶ ἕν–, εἰ δὲ τούτων τὴν ὁμάδα θεωρεῖς, ἐκ τούτων μᾶλλον συνάπτεται· ἓν γὰρ καὶ ἓν δύο καὶ δύο καὶ δύο τέσσαρα. Καὶ πάλιν ὁ ἀριθμὸς οὐ διαίρεσίς ἐστιν, ἀλλὰ σημεῖον δηλωτικὸν τοῦ ποσοῦ τῶν ὑποκειμένων, εἴτε ἡνωμένων, εἴτε διῃρημένων ἄλλου λόγου καὶ οὐ τοῦ ἀριθμοῦ ταῦτα διαιροῦντος ἢ συνάπτοντος· δέκα γὰρ πήχεις λέγοντες τοῦδε τοῦ ξύλου τυχὸν συνεχοῦς ὄντος οὐ συνδιαιροῦμεν τῷ ἀριθμῷ καὶ τὴν ἐν τῷ δεκαπήχει ξύλῳ ἑνότητα· καὶ πάλιν δέκα φοίνικας λέγοντες ἐν διαιρέσει τούτους ἐπιστάμεθα· καὶ ἕνα μόδιον σίτου τυχὸν ἢ φοινίκων λέγοντες ἐν διαιρέσει τοὺς τῷ μοδίῳ ἐνεχομένους κόκκους οἴδαμεν. Καὶ εἰ μὲν ὁ ἀριθμὸς ἐπιφημισθῇ φύσεσιν, οὐ τὸ ποσὸν αὐτῶν προηγουμένως, τὸ δὲ ἀλλογενὲς παρίστησι· βοὸς γὰρ τυχὸν καὶ ἵππου δύο λέγοντες φύσεις οὐ τὴν κατὰ τὸ ποσὸν αὐτῶν διαίρεσιν, ἀλλὰ τὸ κατὰ τὸ εἶδος παρηλλαγμένον σημαίνομεν. Τρεῖς δὲ ἵππους ἢ ἀνθρώπους λέγοντες, Πέτρον τυχὸν καὶ Ἰάκωβον καὶ Ἰωάννην, τὸ διῃρημένον μᾶλλον αὐτῶν καὶ ὡς οὐ τοιοίδε, τόσοι δὲ μᾶλλον δηλοῦμεν. Καὶ ἐπὶ μὲν τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος τρεῖς τὰς ὑποστάσεις κηρύττοντες μίαν τούτων οὐσίαν καὶ φύσιν ὁμολογοῦμεν. Ἐπὶ δέ γε τῆς σωτηρίου οἰκονομίας δύο λέγοντες φύσεις τὸ ἑτεροειδὲς αὐτῶν, οὐ τὸ κεχωρισμένον σημαίνομεν ὡς ἐκεῖσε τῶν οὐσιῶν τὸν ἀριθμόν, κἂν μηδεμία ὑπόστασις εἴη ἀνούσιος, οὕτω κἀνταῦθα τῶν ὑποστάσεων, κἂν μηδεμία φύσις ἀνυπόστατος εἴη, δικαίως ἐκβάλλοντες.