Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
51.1
Εἰ ἡ δυὰς πάντως εἰσάγει διαίρεσιν καὶ διὰ τοῦτο τὸν ἀριθμὸν τῶν φύσεων φεύγετε, τί τῶν ἰδιοτήτων τὸν ἀριθμὸν οὐκ ἐκκλίνετε; 52 Μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην ὁμολογεῖτε, καὶ κοινὴ ὑμῖν τε καὶ ἡμῖν δόξα· πατέρων γὰρ ὁ λόγος ἐστίν. Ἀλλ' εἰ μὲν δύο τὰς φύσεις δηλοῦν διὰ τούτου βούλεσθε, εἰκαῖος ὑμῖν ὁ πρὸς τὴν ἀλήθειαν πόλεμος. Εἰ δὲ ὡς μιᾶς ἐμφαντικὸν τοῦτο ἁπλῶς ἀντιφατικῶς κατὰ τῶν δύο προΐσχεσθε, μάτην ὑμῖν τὸ «σεσαρκωμένην» παρέρριπται. Εἰ δὲ μήτε μίαν ἁπλῶς μήτε δύο ἡνωμένας παρίστησι, πάντως, ὅ τί ποτε ἐπιμόριον μεταξὺ τῆς μιᾶς καὶ τῶν δύο παραληφθῇ, τοῦτο ὑμῖν δηλώσει τὸ «σεσαρκωμένην», εἴτε δίμοιρον, εἴτε ἥμισυ· τοῦ δὲ ποσοῦ ὑμεῖς ἂν εἴητε κύριοι, ὅπου γε οἱ μακάριοι Ἀθανάσιός τε καὶ Κύριλλος ἐνταῦθα καταχρηστικῶς καὶ οὐ κυρίως τῷ τῆς φύσεως ὀνόματι τὴν ὑπόστασιν ἐδήλωσαν ὡς καθολικωτέρῳ. Κατηγοροῦνται γὰρ τὰ καθολικώτερα τῶν μερικῶν καὶ ταὐτὸν μὲν παντάπασιν οὐκ ἔστιν (οὐ γὰρ ἡ ὑπόστασις φύσις, οὐ γὰρ καθολικὸν ἡ ὑπόστασις), ὅμως δὲ δέχεται τό τε ὄνομα καὶ τὸν ὅρον τοῦ καθολικοῦ, ἀλλ' οὐκ ἀντιστρέφει. Ἡ μὲν γὰρ ὑπόστασις ἤτοι τὸ ἄτομον τῆς φύσεως φύσις, ἀλλὰ οὐ μόνον φύσις, ἀλλὰ μετὰ ἰδιωμάτων, ἡ δὲ φύσις οὐχ ὑπόστασις ἤτοι ἄτομον. Οὕτω καταχρηστικῶς καὶ οὐ κυρίως τῷ τῆς φύσεως ὀνόματι τὴν ὑπόστασιν ἐσήμαναν, ὡς εἶναι τὸ λεγόμενον μίαν ὑπόστασιν τοῦ θεοῦ λόγου σεσαρκωμένην· οὐ γὰρ ἡ φύσις τοῦ θεοῦ λόγου σεσάρκωται, ἀλλ' ἡ ὑπόστασις. Καὶ μάρτυς ὁ θεῖος εὐαγγελιστὴς ὧδέ πη βοῶν διαπρύσιον· «Ὁ λόγος σὰρξ ἐγένετο.» Ὁ δὲ λόγος οὐ φύσις ἐστίν, ὡς ἀνωτέρω δεδήλωται, ἀλλ' ὑπόστασις. Καὶ αὐτὸς δὲ ὁ θεοφόρος Κύριλλος ἑτέρωθι τάδε φησίν· «Ἡ φύσις τοῦ λόγου ἤγουν ἡ ὑπόστασις, ὅ ἐστιν αὐτὸς ὁ λόγος.» Εἰ γὰρ ἡ φύσις, τοῦ λόγου ἤτοι ἡ θεότης σεσάρκωται– ἑτέραν γὰρ φύσιν ὁ λόγος οὐκ εἶχε παρὰ τὴν θεότητα, τῆς αὐτῆς δὲ φύσεως ὁ λόγος τῷ πατρὶ καὶ τῷ πνεύματι καὶ πάντα κοινὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος πλὴν τοῦ τρόπου τῆς ὑπάρξεως–, καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα σεσάρκωται. Ἕνωσιν τοιγαροῦν φύσεων καθ' ὑπόστασιν καὶ τοῦ λόγου σάρκωσιν καὶ τῆς σαρκὸς θέωσιν ὁμολογοῦμεν· σάρκωσις γάρ ἐστι τὸ μετασχεῖν σαρκὸς καὶ τῶν τῆς σαρκός. Σαρκοῦται τοίνυν ἡ ἐνούσιος τοῦ θεοῦ λόγου ὑπόστασις ἤτοι ὁ θεὸς λόγος καὶ παχύνεται καὶ ὑπόστασις τῇ σαρκὶ γίνεται, καὶ ὢν πρότερον θεὸς σὰρξ ἤτοι ἄνθρωπος ὕστερον γίνεται καὶ μία τῶν δύο φύσεων χρηματίζει ὑπόστασις σύνθετος, καὶ ἐν αὐτῇ διὰ τῆς σαρκώσεως ἑνοῦνται αἱ δύο φύσεις τῆς τε θεότητος καὶ τῆς ἀνθρωπότητος καὶ περιχωροῦσιν ἐν ἀλλήλαις. Ἡ δὲ περιχώρησις ἐκ τῆς θεότητος γίνεται· αὕτη γὰρ μεταδίδωσι τῇ σαρκὶ τῆς οἰκείας δόξης τε καὶ λαμπρότητος οὐ μεταλαμβάνουσα τῶν τῆς σαρκὸς παθῶν. Διὸ ἡ μὲν φύσις τῆς σαρκὸς θεοῦται, οὐ σαρκοῖ δὲ τὴν φύσιν τοῦ λόγου. Ἡ δὲ φύσις τοῦ λόγου θεοῖ μὲν τὸ πρόσλημμα, οὐ σαρκοῦται δέ· ὠφελεῖται γὰρ τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος. Οὐ παραβλάπτεται τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος· ὡς γὰρ ὁ σίδηρος μὲν πυροῦται, τὸ δὲ πῦρ οὐ σιδηροῦται, καὶ ὡς ἡ σὰρξ μὲν ψυχοῦται, ἡ δὲ ψυχὴ οὐ σαρκοῦται, οὕτως ἡ θεία φύσις θεοῖ μὲν τὴν σάρκα, αὐτὴ δὲ οὐ σαρκοῦται. Οὐ γὰρ δεκτικὴ ἡ θεία φύσις τῆς οἱασοῦν προσθήκης ἢ ὑφαιρέσεως, καὶ μεταδοτικὴ μέν, οὐ μεταληπτικὴ δέ· διὸ οὐδὲ μία φύσις σύνθετος γέγονε. Ταὐτὸν οὖν ἐστιν εἰπεῖν ἐνούσιον ὑπόστασιν καὶ φύσιν τοῦ θεοῦ λόγου· ὡς γὰρ εἴρηται, τὴν ὑπόστασιν τῷ τῆς φύσεως ὀνόματι ὑπεσήμαναν οἱ μακάριοι Ἀθανάσιός τε καὶ Κύριλλος. Ἡ μὲν γὰρ ὑπόστασις καὶ φύσις, οὐκέτι δὲ καὶ ἡ φύσις ὑπόστασις· οὐ γὰρ ἀντιστρέφει. Κατηγοροῦνται μὲν γὰρ τῶν μερικῶν τὰ καθόλου, τὰ δὲ μερικὰ τῶν καθόλου οὐ καταφάσκεται. Εἰ δὲ καί τινος σιδήρου πυρουμένου ἡ φύσις τοῦ σιδήρου πεπυρῶσθαι λέγεται, ἀλλ' εἰδέναι χρή, ὡς διὰ τὸ δεκτικὴν εἶναι τὴν φύσιν τοῦ σιδήρου πυρώσεως καὶ διὰ τὸ φύσεως ἔργον εἶναι τὴν πύρωσιν· ἐπὶ δὲ τῆς τοῦ λόγου σαρκώσεως οὐ φύσεως ἔργον ἡ σάρκωσις, ἀλλὰ τρόπος οἰκονομικῆς συγκαταβάσεως. Οὐκ ἔστιν οὖν εἰπεῖν μίαν τῶν τῆς θεότητος ὑποστάσεων ἔχειν τι, ὅπερ οὐχὶ πᾶσαι αἱ ὑποστάσεις κέκτηνται, πλὴν τοῦ τρόπου τῆς ὑπάρξεως. Καὶ ἡ σάρκωσις δὲ τρόπος δευτέρας ὑπάρξεως πέφυκε μόνῳ τῷ μονογενεῖ υἱῷ καὶ λόγῳ ἁρμόζουσα, ὡς ἂν ἡ ἰδιότης μείνῃ ἀκίνητος. 53 Ἀλλ' ἐρεῖτε τυχόν· Πῶς οὖν φαμεν τὴν φύσιν τῆς σαρκὸς τεθεῶσθαι καὶ πεπονθέναι; Μὴ ταῦτα πασῶν τῶν τῆς ἀνθρωπότητος ὑποστάσεων καταφάσκοντες, τὴν δὲ φύσιν τοῦ λόγου σεσαρκῶσθαι λέγοντες ἐπὶ τὸν πατέρα καὶ τὸ πνεῦμα τὴν σάρκωσιν ἀναφέρομεν; Ὅτι πᾶσα ἡ τῶν ἀνθρώπων φύσις δεκτική ἐστι τῶν κατὰ φύσιν καὶ παρὰ φύσιν καὶ ὑπὲρ φύσιν οὐ μεταβολῇ φύσεως, ἡ δὲ θεία φύσις πάσης ἀλλοιώσεως καὶ προσθήκης ἐστὶν ἀνεπίδεκτος, οὐ μόνον δὲ ἀλλ' ὅτι καὶ ἀπαρχὴ ὑπῆρχεν ἡ σὰρξ ἐκείνη τοῦ ἡμετέρου φυράματος καὶ οὐχ ὑπόστασις ἰδιοσύστατος ἐγεγόνει, ἀλλὰ φύσις ἐνυπόστατος, συμπληρωτικὴ τῆς συνθέτου τοῦ Χριστοῦ ὑποστάσεως, καὶ οὐχ ἑαυτῆς ἕνεκα, ἀλλὰ τῆς κοινῆς σωτηρίας τῆς φύσεως ἡνώθη τῷ θεῷ λόγῳ, φαμὲν τοίνυν τὴν φύσιν τῆς θεότητος ἡνῶσθαι τῇ φύσει τῆς ἀνθρωπότητος, σεσαρκῶσθαι δὲ τὴν τοῦ λόγου ὑπόστασιν· σάρκωσις μὲν γὰρ σαρκὸς πρόσληψις καὶ τὸ σαρκὶ γενέσθαι ὑπόστασις, ἕνωσις δὲ δύο τινῶν σύνοδος καὶ εἰς ταὐτὸν συνέλευσις. 54 Τὸ τοῦ ἀνθρώπου παράδειγμα ἂν μὲν ἐπὶ τοῦ εἴδους καὶ τῆς φύσεως λάβητε, εἰς Χριστὸν χώραν οὐχ ἕξει· εἶδος γὰρ Χριστῶν οὐδέπω καὶ νῦν ἀκηκόαμεν. Διὸ οὔτε φύσις ὁ Χριστός, ἀλλ' ὑπόστασις· κατὰ γὰρ τὸν μακάριον Κύριλλον «τὸ Χριστὸς ὄνομα οὔτε ὅρου δύναμιν ἔχει οὔτε τήν τινος οὐσίαν δηλοῖ»– ἂν δὲ ἐπὶ τοῦ τινὸς ἀνθρώπου, ὑπόστασις δὲ οὗτος, οὐκ ἄτοπον. Ἰστέον δέ, ὡς οὐκ ἀνάγκη τὰ παραδείγματα καθόλου τοῖς παραδεικνυμένοις ἐοικέναι, ἔχειν δὲ μᾶλλον κατὰ τὶ καὶ τὸ ἀπεοικός, ἐπεὶ οὐκ ἂν εἴη παράδειγμα. Ἰουστῖνος τοίνυν ὁ φιλόσοφος καὶ μάρτυς οὕτω φησὶν ἐν τῇ Ἐκθέσει τῇ περὶ τῆς ὀρθῆς ὁμολογίας· «Τινὲς μὲν τὴν ἕνωσιν ὡς ψυχῆς πρὸς σῶμα νοήσαντες οὕτως ἐκδεδώκασι· καὶ ἁρμόδιον γὰρ τὸ παράδειγμα, εἰ καὶ μὴ κατὰ πάντα, κατὰ τὶ γοῦν· ὡς γὰρ εἷς μέν ἐστιν ὁ ἄνθρωπος, ἔχει δὲ φύσεις δύο.»