Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
55.1
Σκοπεῖτε, ὡς οὐκ εἶπεν· Εἷς ἐστιν ὁ ἄνθρωπος ἐκ δύο φύσεων, ἀλλ'· «Ἔχει φύσεις δύο», ὥστε καὶ μετὰ τὴν τῶν δύο φύσεων ἕνωσιν δύο φύσεις ἔχειν τὸν ἄνθρωπον ἔφησεν. «Ὡς γὰρ εἷς μέν ἐστιν», φησίν, «ὁ ἄνθρωπος, ἔχει δὲ φύσεις δύο ἐν αὑτῷ διαφόρους, καὶ κατ' ἄλλο μὲν λογίζεται, κατ' ἄλλο δὲ τὸ λογισθὲν ἐνεργεῖ– ψυχῇ μὲν γὰρ νοερᾷ λογισάμενος, εἰ τύχοι, τοῦ πλοίου τὴν σύμπηξιν χερσὶ τὸ νοηθὲν εἰς πέρας ἄγει–, οὕτως ὁ υἱὸς εἷς ὢν καὶ δύο φύσεις κατ' ἄλλην μὲν τὰς θεοσημείας ἐργάζεται, κατ' ἄλλην δὲ τὰ ταπεινὰ παραδέχεται· ᾗ μὲν γὰρ ἐκ πατρὸς καὶ θεὸς ἐνεργεῖ τὰ σημεῖα, ᾗ δὲ ἐκ παρθένου καὶ ὁ ἄνθρωπος τὸν σταυρὸν καὶ τὰ πάθη καὶ τὰ παραπλήσια φυσικῶς ἐθέλων ὑπέμεινε.» Τίνι καταφαίνεταί σοι συνηγορεῖν τὸ παράδειγμα, τοῖς μίαν ἐπὶ Χριστοῦ φύσιν λέγειν τολμῶσι ἢ τοῖς δύο ὀρθοδόξως ἀσυγχύτους καὶ ἀδιαιρέτους κηρύττουσιν; Καὶ ὁ θεολόγος Γρηγόριος τάδε φησί· «Φύσεις μὲν γὰρ δύο, θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα, υἱοὶ δὲ οὐ δύο οὐδὲ θεοί.»