Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
56.1
Ὅτι δὲ πλεῖστον ἔχει τὸ ἀπεοικός, ἐντεῦθεν εἰσόμεθα. Ἐκ τίνων φατὲ συντεθεῖσθαι τὸν ἄνθρωπον; Ἐκ ψυχῆς δηλαδὴ καὶ σώματος. Τί οὖν μὴ ἐκ θεοῦ καὶ ἀνθρώπου τὸν Χριστὸν ὁμολογεῖτε; Ἢ τίνος ἕνεκα μὴ ἐκ ψυχότητος τὸν ἄνθρωπον καὶ σωματότητος ὥσπερ τὸν Χριστὸν ἐκ θεότητος καὶ ἀνθρωπότητος; Διὰ τί δὲ ὁ ἄνθρωπος μὴ ὅλος ψυχὴ καὶ ὅλος σῶμα λέγοιτο ὡς ὁ Χριστὸς ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, καὶ ὅλος ἐν ψυχότητι τέλειος καὶ ὅλος ἐν σωματότητι τέλειος ὡς ὁ Χριστὸς ὅλος ἐν θεότητι τέλειος καὶ ὅλος ἐν ἀνθρωπότητι τέλειος, καὶ ὅλος ψυχὴ μετὰ τοῦ σώματος καὶ ὅλος σῶμα μετὰ τῆς ψυχῆς ὡς ὁ Χριστὸς ὅλος θεὸς μετὰ τῆς σαρκὸς αὐτοῦ καὶ ὅλος ἄνθρωπος μετὰ τῆς αὐτοῦ ἀνάρχου θεότητος; Ὁ μὲν γὰρ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος ἕτερόν τι παρὰ ταῦτα γεγένηται ἤτοι ἄνθρωπος, ὁ δὲ Χριστὸς ἐξ ἑτέρων τὰ αὐτά, ἐκ θεότητος καὶ ἀνθρωπότητος θεός τε καὶ ἄνθρωπος. Εἰ δὲ κατὰ πάντα ἔχει τὴν ὁμοιότητα, ἔδει καὶ χριστότητα τὴν σύνθετον ὑμῶν ὀνομάζεσθαι φύσιν, ὥσπερ ἀνθρωπότης ἡ τῶν ἀνθρώπων φύσις ἔστι τε καὶ λέγεται. 57 Ἄλλως δὲ καὶ ἡ ψυχὴ ὑπὸ τῶν τοῦ σώματος προκατεχομένη παθῶν καὶ προπάσχει πολλάκις τοῦ σώματος, συμπάσχει δὲ διηνεκῶς· ἀγωνιᾷ γὰρ πολλάκις τὴν τοῦ σώματος τομὴν καὶ πρὸ τοῦ πάθους τοῦ σώματος πάσχει καὶ ἀλλοιοῦται καὶ μετὰ τὴν τομὴν οὐδὲν ἧττον τοῦ σώματος τὰ τῆς ὀδύνης ἐμπαθῶς παραδέχεται, ὅπερ ἐπὶ τῆς τοῦ κυρίου θεότητος οὐκ ἄν τις εἰ μὴ παραπλὴξ τὴν διάνοιαν εἴποι ποτέ. Εἰ οὖν καὶ μιᾶς φύσεως ὁ ἄνθρωπος λέγεται, ἀλλ' ὡς εἶδος, οὐχ ὡς ὑπόστασις. Ὅταν μὲν γὰρ ἄνθρωπος πρὸς ἄνθρωπον κρίνηται, μιᾶς φύσεως ὡς ὁμοούσιοι λέγονται καὶ ὡς ὑφ' ἓν εἶδος ταττόμενοι· ὅτε δὲ φυσιολογεῖται ὁ ἄνθρωπος, δύο ἐπ' αὐτοῦ φύσεις θεωρηθήσονται, ψυχῆς λέγω καὶ σώματος. Ἐν γὰρ τῇ τῆς ψυχῆς πρὸς τὸ σῶμα συγκρίσει τίς οὕτως ἀνόητος, ὡς μίαν ἀμφοτέρων φύσιν εἰπεῖν; Χριστῶν δὲ εἶδος οὐκ ἔστιν· οὐ γὰρ πολλοὶ Χριστοὶ ἐκ θεότητος συντεθειμένοι καὶ ἀνθρωπότητος, ἵνα πάντες ὑπὸ τὸ αὐτὸ εἶδος ταττόμενοι μιᾶς κηρυχθῶσι φύσεως, ἀλλ' εἷς ἐστιν ὁ Χριστὸς ἐκ δύο καὶ ἐν δυσὶ γνωριζόμενος φύσεσιν.