Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
58.1
«Ἐπιστήσατε δέ, ὡς καὶ ἐν δυσὶν αὐτὸν χιμάροις ὁ μακάριος διαγράφει Κύριλλος, ἀλλ' οὐ πρὸς τὰς ὑποστάσεις, ἀλλὰ πρὸς τὸ διάφορον τοῦ ζῶντος καὶ τοῦ τεθυμένου τὸ παράδειγμα φέρει.» Καὶ τοῦτο δέ φαμεν, ὡς ἐκ δύο κτιστῶν τάχα που γενέσθαι μίαν οὐκ ἀδύνατον φύσιν, ἐκ δὲ κτιστοῦ καὶ ἀκτίστου μίαν φύσιν γενέσθαι ἀμήχανον ἢ τῶν δύο μετέχουσαν ἢ ἕτερόν τι παρὰ ταῦτα κατὰ τὸν θεολόγον Γρηγόριον. Πῶς γὰρ ἡ αὐτὴ ἤρξατό τε τοῦ εἶναι καὶ οὐκ ἤρξατο;