Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
60.1
Τὰ μιᾶς οὐσίας τὰς αὐτὰς ἀπαραλείπτως ἕξει διαφοράς. Οὔτε γάρ, ἐπειδὴ λογικὸς ὁ ἄνθρωπος καὶ λογικὸς ὁ ἄγγελος, μία φύσις ἀγγέλου καὶ ἀνθρώπου λεχθήσεται· ἀθάνατος γὰρ ὁ ἄγγελος, θνητὸς δὲ ὁ ἄνθρωπος, καὶ οὐ πάντῃ τὴν ὁμοίωσιν ἔχει. Καὶ θνητὸς μὲν ὁ ἄνθρωπος, θνητὸς δὲ καὶ ὁ κύων, ἀλλὰ λογικὸς μὲν ὁ ἄνθρωπος, ὁ δὲ κύων ἄλογον καὶ οὐ μιᾶς φύσεως. Ἀνάγκη τοίνυν, τὰ μιᾶς οὐσίας τὰς αὐτὰς ἀπαραλεί πτως ἔχειν οὐσιώδεις διαφοράς. Εἰ τοίνυν μία οὐσία τῆς τοῦ θεοῦ λόγου θεότητος καὶ τῆς σαρκὸς αὐτοῦ, αἱ αὐταὶ διαφοραὶ ἀμφοῖν ἀπαραλείπτως ἔσονται.