Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Jacobitas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
66.1
Τί ὑμῖν βούλεται ἡ σύνθετος φύσις; Ἑνικῇ προφορᾷ δύο σημαίνει πράγματα ὡς παρὰ τοῖς πατράσιν ἡ διττὴ καὶ ἡ διπλῆ φύσις καὶ ὡς χορὸς καὶ λαός, ἢ πληθυντικῇ προφορᾷ μίαν ὡς Ἀθῆναι, Θῆβαι καὶ τὰ τοιαῦτα. Εἰ μὲν οὖν τὸ πρότερον, περιττὸν τὸ μίαν λέγειν· οὐδὲ γὰρ οἱ πατέρες μίαν εἶπον. Εἰ δὲ τὸ δεύτερον, περιττὸν τὸ σύνθετον· ταὐτὸν γὰρ ὑμῖν ἔκ τε τῆς ἁπλῆς καὶ τῆς συνθέτου σημαίνεται. Εἰ δ' ἕτερόν τι παρὰ τὰ εἰρημένα, ἄλλην ἡμῖν συγκεχυμένην εἰσκομίζετε φύσιν ὥσπερ ἡμίονον καὶ τὴν παρ' Ἕλλησιν τῶν πολυμόρφων ζῴων τερατείαν.

Intertext edge

Open linked passage

Note