Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
67.1
Ἡ μία σεσαρκωμένη φύσις ἢ ὡς σχῆμα τὴν σάρκα περίκειται καὶ μία ἐστὶ καὶ σεσαρκωμένη οἷα χαλκὸς ἀνδριάντος μεμορφωμένος σχήματι ἢ τῆς σαρκὸς τραπείσης τῆς προσληφθείσης εἰς τὴν τοῦ προσλαβομένου φύσιν ἢ ὡς τῆς τοῦ προσλαβόντος φύσεως μεταβληθείσης εἰς τὴν τοῦ προσλήμματος φύσιν καὶ τῆς οἰκείας οὐσίας πεπονθυίας ἔκστασιν ἢ οὐσία οὐσίᾳ ἥνωται καὶ δύο εἰσίν. Οἷον οὖν αἱρεῖσθε, κηρύξατε ἢ δύο φύσεις ὁ Χριστὸς ἢ παντελῶς οὐ δύο· τὰ γὰρ ἀντιφατικῶς λεγόμενα ὁλικῶς ἀντίκειται. Ἢ τοίνυν δύο κηρύξατε ἢ μίαν ἀπολύτως εἴπατε. Τί γὰρ λέξιν προβάλλεσθε, ἧς ἀρνεῖσθε τὴν δύναμιν, πρὸς ἐξαπάτην τῶν ἁπλουστέρων;