Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
70.1
«Τὸ Χριστὸς ὄνομα» κατὰ τὸν μακάριον Κύριλλον «οὔτε δύναμιν 70 ὅρου ἔχει οὔτε τήν τινος οὐσίαν δηλοῖ.» Εἰ δὲ μὴ οὐσίαν δηλοῖ καὶ ὅρου δύναμιν οὐκ ἔχει, ὑπόστασις ἂν εἴη καὶ οὐ φύσις. Ὅρῳ μὲν γὰρ οὐσία καὶ φύσις δηλοῦσθαι πέφυκεν, ὑπογραφῇ δὲ πρόσωπον καὶ ὑπόστασις, εἴπερ ὁ μὲν ἐξ οὐσιωδῶν, ἡ δὲ ἐξ ἐπουσιωδῶν σύγκειται. Τὸ δὲ θεὸς ὄνομα δηλωτικὸν οὐσίας ἐστίν, ὡσαύτως δὲ καὶ τὸ ἄνθρωπος. Τί οὖν τὸν ἕνα Χριστόν, τὸν θεόν τε καὶ ἄνθρωπον, μὴ μίαν μὲν ὑπόστασιν σύνθετον ὡς Χριστόν, ὡς θεὸν δὲ καὶ ἄνθρωπον δύο φύσεις κηρύξετε;