Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
71.1
Εἰ καὶ ἐκ τελείων ἡ ἕνωσις γένοιτο, ἀλλά γε πρὸς τὸ ὅλον ἤτοι τὸ ἐκ τῆς ἑνώσεως ἀποτέλεσμα μέρη τὰ πρὸς ἕνωσιν συνελθόντα λέγεται, ὡς ἐκ χοὸς τυχὸν ἡ πλίνθος καὶ ἀχύρου καὶ ὕδατος, ὧν ἕκαστον καθ' αὑτὸ μὲν τέλειον, μέρος δὲ πρὸς τὴν πλίνθον λελόγισται. Μέρη τοίνυν Χριστοῦ δύο φύσεις· ἐκ θεότητος γὰρ οὗτος καὶ ἀνθρωπότητος. Πῶς οὖν οὐκ ἐν τῷ ὅλῳ τὰ μέρη καὶ τὸ ὅλον οὐκ ἐν τοῖς μέρεσιν; Ἢ γὰρ ἐν αὐτῷ ἢ ἀλλαχόσε ἢ ἀνῄρηται καὶ αὐτὸς ἢ ἐν αὐτοῖς ἢ ἐν ἄλλοις παρὰ ταῦτα ἢ οὐδαμῇ.