Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
74.1
Ὁ εἷς Χριστός, ἡ σύνθετος ὑπόστασις, κατὰ μὲν φύσιν ταυτίζεται τῷ πατρὶ καὶ τῷ πνεύματι, τῇ μητρί τε καὶ ἡμῖν· καὶ τῷ πατρὶ γάρ ἐστι καὶ ἡμῖν ὁμοούσιος, διαφέρει δὲ καθ' ὑπόστασιν. Εἰ μὲν οὖν μίαν φύσιν αὐτῷ δῶτε σύνθετον, συνθέτου φύσεως τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον λέξετε καὶ μιᾶς φύσεως τὴν τριάδα καὶ τοὺς ἀνθρώπους εἴποιτε, εἰ δ' ὑπόστασιν ἐν δύο γνωριζομένην φύσεσι, κατ' ἄλλο ἔσται τῷ πατρὶ καὶ κατ' ἄλλο ἡμῖν ὁμοούσιος.