Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Jacobitas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
77.1
Τὸ τῶν πραγμάτων ποσὸν οὐ μόνον ὡρισμένος ἀριθμὸς παρίστησιν, ἀλλὰ δὴ καὶ ἀόριστος ὁ πολλὰ τυχὸν καὶ ὀλίγα καὶ πλείονα καὶ ἐλάττονα· καὶ ἡ ἀναλογία δὲ ταὐτὸν οἶδε πολλάκις ποιεῖν ὡς τὸ μεῖζον καὶ ἴσον καὶ ἧττον, ἀλλὰ καὶ ἡ δεικτικὴ φωνή, τοῦτό φημι κἀκεῖνο καὶ ταῦτα καὶ ἄλλο καὶ ἕτερον, καὶ ἡ τάξις ὡς πρὸ τοῦδε καὶ μετ' ἐκεῖνο καὶ ἀπ' ἀρχῆς καὶ ὕστερον, καὶ ἕτεροι δὲ τρόποι τυχόν. Εἰ μὲν οὖν πάντας τοὺς τρόπους τοὺς δηλωτικοὺς τῆς τῶν πραγμάτων ποσότητος διαιρετικοὺς λέγετε, ἐγγύθεν ὁ ἔλεγχος· μίαν γὰρ καὶ μίαν φύσιν, ἕτερόν τε καὶ ἕτερον, καὶ ἄλλο καὶ ἄλλο καὶ φύσεις ἀορίστως καὶ ἰδιότητας καὶ μεῖζον καὶ ἔλαττον καὶ πρότερον καὶ ὕστερον λέγετε. Εἰ δὲ μόνον τὸν ὡρισμένον ἀριθμὸν καὶ μάλιστα τῆς δυάδος διαιρεῖν ὑποτίθεσθε, τῆς ἐξουσίας· τίς γὰρ ἡ ἀποκλήρωσις τῆς ἀληθείας ἑτέρως ἐχούσης; Ἡ δυὰς γὰρ καὶ τὰ δύο ὁμοῦ τὰ ἀριθμούμενα συλληπτικῇ δυνάμει παρίστησιν ἢ τῆς μιᾶς καὶ μιᾶς ὑμῶν ὁ διαλελυμένος ἀριθμὸς καὶ καθ' ἑαυτὸν θεωρούμενος.

Intertext edge

Open linked passage

Note