Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Jacobitas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
78.1
Ἐπὶ πᾶσι τοῦτο ἡμῖν ἀπαγγείλατε· Ἔχει θείαν φύσιν ὁ Χριστὸς καὶ μετὰ τὴν ἕνωσιν; Ναί, ἐρεῖτε. Ἔχει δὲ καὶ ἀνθρωπίνην; Καὶ τοῦτο συνομολογήσετε, εἴ γε μὴ γυμνῇ τῇ κεφαλῇ ἀσεβεῖν βουληθείητε. Φύσις οὖν θεία καὶ φύσις ἀνθρωπίνη μία φύσις ἢ δύο εἰσίν; Ἀλλ' εἰ μὲν μίαν εἴπητε, ἔσται ὁ πατὴρ ἡμῖν ὁμοούσιος· εἰ δὲ δύο καὶ οὐ μία, τί μὴ τὸν τύφον σὺν τῷ τούτου γεννήτορι μακρὰν ἀπορρίψαντες μεθ' ἡμῶν ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον, μίαν ὑπόστασιν ἐκ δύο φύσεων καὶ δύο φύσεις καὶ ἐν δυσὶ φύσεσι μετὰ τὴν ἕνωσιν ὁμολογήσετε; Εἰ μὲν γὰρ οὐδέποτε δύο φύσεων τὸν Χριστόν φατε, τί μάτην μιᾶς αὐτὸν φύσεως μετὰ τὴν ἕνωσιν λέγετε; Εἰ δὲ πρὸ τῆς ἑνώσεως δύο φύσεων αὐτὸν φάσκοντες, μιᾶς ὁμολογεῖτε μετὰ τὴν ἕνωσιν, ἄντικρυς πρὸς τὴν ἀλήθειαν ἀπομάχεσθε· πρὸ γὰρ τῆς ἑνώσεως ἤτοι τῆς θείας σαρκώσεως μιᾶς φύσεως ἁπλῆς ἤτοι τῆς θείας μία τελῶν ὑπόστασις οὐδὲ Χριστὸς ἦν. Ἢ τοίνυν παντελῶς τὰς δύο φύσεις ἐπὶ Χριστοῦ ἀναιρήσετε ἢ διφυᾶ πρὸ τῆς ἐκ παρθένου τὸν Χριστὸν σαρκώσεως λέξετε, μὴ διδόναι αὐτῷ τὰς κυρίως οὔσας αὐτοῦ δύο φύσεις μετὰ τὴν ἕνωσιν ἀνεχόμενοι. Ἡμεῖς γὰρ ἐν τῷ λιμένι τῆς εὐσεβείας ἱστάμενοι καὶ πᾶσαν αἱρετικῆς κακονοίας ἀποκρουόμενοι καταιγίδα ταῖς αὔραις τοῦ πνεύματος ἐπὶ μὲν τῆς ἁγίας καὶ ὑπερυμνήτου τριάδος μίαν οὐσίαν, μίαν φύσιν θεότητος, τρεῖς δὲ τελείας τὰς ὑποστάσεις σέβομεν μηδεμίαν αὐτὰς πρὸς ἀλλήλας οὐσιώδη κεκτῆσθαι διαφορὰν ὁμολογοῦντες, πάσας δὲ κοινῶς καὶ ἑνιαίως καὶ ταυτῶς καὶ ἁπλῶς καὶ ἀμερῶς καὶ ὁλικῶς τὰς θεωνυμίας ἐπὶ πάσης τῆς θεότητος ἐκλαμβάνομεν ἤτοι τῶν τριῶν ὑποστάσεων τὴν οὐσίαν εἴτ' οὖν φύσιν, τὴν κυριότητα καὶ τὴν ἁγιότητα, τὴν βασιλείαν, τὴν δύναμιν, τὴν ἐνέργειαν, τὴν θέλησιν, τὴν ἐξουσίαν, διακεκριμένως δὲ τὸ πατήρ, τὸ υἱὸς καὶ τὸ πνεῦμα γινώσκομεν, τὸ ἀγέννητόν φημι καὶ τὸ γεννητὸν καὶ τὸ ἐκπορευτόν, μόνον ἀγέννητον τὸν πατέρα εἰδότες, μόνον γεννητὸν τὸν υἱόν, μόνον ἐκπορευτὸν τὸ πνεῦμα τὸ ἅγιον, μὴ μεταπιπτούσης ἢ κινουμένης τῆς ἑκάστου ἰδιότητος, οὐ συμβεβηκότα ταῦτα γινώσκοντες– οὐδὲν γὰρ ἐπισυμβαίνει θεῷ, ἀλλὰ χαρακτηριστικὰ τῆς ἑκάστου ὑποστάσεως ἰδιώματα–, θεὸν τέλειον τὸν πατέρα, θεὸν τέλειον τὸν υἱόν, θεὸν τέλειον τὸ πνεῦμα τὸ ἅγιον, θεὸν καὶ θεὸν καὶ θεόν, ἀλλ' ἕνα τὰ τρία θεὸν σὺν ἀλλήλοις νοούμενά τε καὶ γινωσκόμενα, οὐ συναλειφόμενα εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν– ἄπαγε–, ἀλλ' εἰς ἓν αἴτιον τὸν πατέρα ἀναφερομένου υἱοῦ τε καὶ πνεύματος. Εἷς γὰρ θεός, ἐπειδὴ μία θεότης, οὐ τρεῖς δὲ θεοὶ ὥσπερ τρεῖς ἄνθρωποι· οὐδὲ γὰρ οὐσίᾳ τέμνονται, οὐ δυνάμει χωρίζονται, οὐ τόπῳ, οὐκ ἐνεργείᾳ, οὐ βουλήσει μερίζονται, ἀνεκφοίτητον ἔχοντες τὴν ἐν ἀλλήλοις ἵδρυσίν τε καὶ περιχώρησιν. Ποῦ γὰρ ἔσονται μὴ ἐν ἀλλήλοις μένοντα; Περιγραπτὸν γὰρ ἂν εἴη οὕτως ἑκάτερον. Εἷς οὖν θεὸς ἐκ τριῶν τελείων τῶν ὑποστάσεων, ἵνα μὴ σύνθετος ἐξ ἀτελῶν φύσις νομίζοιτο, μία δὲ ἐκ τριῶν τελείων ἁπλῆ καὶ ἀσύνθετος, ὑπερτελὴς καὶ προτέλειος.

Intertext edge

Open linked passage

Note