Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
79.1
Ἐπὶ δέ γε τῆς σωτηρίου οἰκονομίας καὶ πᾶσαν ὑπεραιρούσης κατάληψιν ὁμολογοῦμεν τὸν ἕνα τῆς ἁγίας τριάδος τὸν μονογενῆ υἱὸν καὶ λόγον τοῦ θεοῦ εὐδοκίᾳ τοῦ πατρὸς σεσαρκῶσθαι ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἁγίας ἀειπαρθένου καὶ θεοτόκου. Καὶ δύο αὐτοῦ τὰς γεννήσεις σέβομεν, μίαν τὴν προαιώνιον καὶ ἀίδιον ἀναιτίως ἐκ πατρὸς ἄνευ μητρὸς καὶ μίαν τὴν ἐκ παρθένου μητρὸς ἄνευ πατρὸς διὰ τὴν ἡμετέραν σωτηρίαν, οὔτε τὸν πατέρα σεσαρκῶσθαι καὶ γεγεννῆσθαι λέγοντες οὔτε τὸ πνεῦμα τὸ ἅγιον· ἡ γὰρ ἰδιότης ἀκίνητος τῆς υἱότητος. Υἱὸς οὖν ὑπάρχων υἱὸς πάλιν γέγονεν· υἱὸς γὰρ ὢν τοῦ θεοῦ καὶ πατρὸς υἱὸς ἀνθρώπου ἐγένετο ἐκ δύο φύσεων μία ὑπόστασις σύνθετος. Ὑπόστασις γὰρ ὑπάρχων ἐνούσιος φύσιν ἀνέλαβεν ἐνυπόστατον ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος. Ἐνυπόστατον δέ φαμεν, οὐχ ὡς ἰδιοσυστάτως ὑπάρξασαν οὐδ' ὡς ἰδίαν ἐσχηκυῖαν ὑπόστασιν, ἀλλ' ἐν τῇ τοῦ λόγου ὑποστάσει ὑπάρξασαν. Ἅμα γὰρ σάρξ, ἅμα θεοῦ λόγου σάρξ· ἅμα σὰρξ ἔμψυχος λογική, ἅμα θεοῦ λόγου σὰρξ ἔμψυχος λογική, οὐδαμῶς τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν· μεμένηκε γὰρ τὰ ἐξ ὧν ὁ εἷς Χριστός τε καὶ κύριος ἄτρεπτα καὶ ἀμετάβλητα, ἀλλ' εἰς μίαν ὑπόστασιν σύνθετον συνδραμουσῶν ἀσυγχύτως καὶ ἀδιαιρέτως· καθ' ὑπόστασιν γὰρ τὴν ἕνωσιν δογματίζομεν. Ἡ δὲ καθ' ὑπόστασιν ἕνωσις καὶ τῶν συνελθουσῶν οὐσιῶν φυλάττει τὴν διαφορὰν καὶ τοῦ προσώπου τηρεῖν οἶδε τὴν ἑνότητα. Εἰ γὰρ οὐχ ὁμοούσιος ὁ λόγος τῇ σαρκὶ οὔτε κεχωρισμένος τοῦ συνυφεστῶτός ἐστιν, οὔτε μίαν ἐπ' αὐτοῦ φύσιν λέγειν θεμιτὸν οὔτε δύο τὰς ὑποστάσεις· ταῦτα γὰρ τὰς ὑποστάσεις ποιεῖ. Τὸ γὰρ ὁμοούσιον τὸ ἓν μὲν καὶ ταυτὸν κατ' οὐσίαν δηλοῖ, τὸ καθ' ὑπόστασιν δὲ διάφορον, τοὔμπαλιν δὲ τὸ ἑτεροούσιον τὸ καθ' ὑπόστασιν μὲν ταυτόν, τὸ δὲ κατὰ φύσιν διάφορον τῶν ἡνωμένων.