Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Jacobitas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
80.1
Οὕτως οὐκ ἔστιν ἄλλος καὶ ἄλλος ὁ Χριστός, ἵνα μὴ τετράδι λατρεύωμεν, ἄλλο δὲ καὶ ἄλλο, ἵνα μὴ τῇ θεότητι τὸ πάθος προσάπτωμεν. Εἰ γὰρ ἄλλος καὶ ἄλλος, μάτην μεγαλαυχοῦμεν τὴν τῆς ἡμετέρας φύσεως θέωσιν διὰ τῆς τοῦ λόγου γεγενῆσθαι σαρκώσεως· εἰ γὰρ ἡ ἄλλου ἐν ἄλλῳ ἐνοίκησις σάρκωσις, πλείστας σαρκώσεις ὁ θεὸς ὑπέμεινεν. «Ἐνοικήσω» γάρ, φησίν, «ἐν ὑμῖν καὶ ἐμπεριπατήσω,» καὶ «οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ ἐνοικεῖ ἐν ὑμῖν;» Εἰ δὲ μὴ ἄλλο καὶ ἄλλο, ταὐτὸν κατὰ φύσιν σὰρξ καὶ θεότης, καὶ πάντα συγκέχυται καὶ συμπέφυρται. Εἰ μὲν οὖν οὐκ ἄλλος καὶ ἄλλος, εἷς ὁ Χριστὸς καὶ μία ὑπόστασις· ἄλλος γὰρ ἡ ὑπόστασις. Εἰ δὲ ἄλλο καὶ ἄλλο– φύσις δὲ τὸ ἄλλο–, οὐχ ἓν δηλαδὴ κατὰ φύσιν. Εἰ δὲ μὴ ἕν, παντί που δῆλον ὡς δύο. Εἷς οὖν ἐστι καθ' ὑπόστασιν πρὸς ἑαυτὸν ταυτιζόμενος, τῶν δ' ἄκρων τοῖς χαρακτηριστικοῖς ἀφοριζόμενος ἰδιώμασιν· εἰ γὰρ καὶ τῶν χαρακτηριστικῶν ἰδιωμάτων ἡ ἁγία αὐτοῦ σὰρξ οὐκ ἄμοιρος ἦν, ἀλλά γε τούτων τὸ ἄθροισμα καὶ τῆς σαρκὸς ἡ ὑπόστασίς τε καὶ σύμπηξις οὐ καθ' αὑτήν, ἀλλ' ἐν τῇ τοῦ λόγου ὑποστάσει γεγένηται καὶ αὐτήν, οὐκ ἰδίαν ἔσχεν ὑπόστασιν. Ἐντεῦθεν οὔτε ἀνυπόστατος ἦν οὔτε ἰδίαν ἔσχεν ὑπόστασιν, δύο δὲ φύσεις ὑπάρχει ὁμοουσιότητι μὲν τῶν ἄκρων, ἑτεροουσιότητι δὲ τῶν μερῶν ἑνούμενός τε καὶ διαιρούμενος.

Intertext edge

Open linked passage

Note