Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Jacobitas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
81.1
Δύο δὲ φύσεις λέγοντες οὐ διαιροῦμεν τὴν ἕνωσιν, τὴν δὲ τροπὴν καὶ τὴν σύγχυσιν φεύγομεν· λόγῳ γὰρ καὶ τρόπῳ τῆς διαφορᾶς ταύτας ἀριθμεῖσθαι γινώσκομεν. Ὃν γὰρ τρόπον τὴν σύγχυσιν φεύγομεν, οὕτω καὶ τὴν διαίρεσιν παραιτούμεθα ἐπί τε τῆς ἁγίας καὶ θεαρχικῆς τριάδος καὶ ἐπὶ τῆς τοῦ ἑνὸς τῆς ἁγίας τριάδος οἰκονομίας. Ὡς γὰρ ἐκεῖ τρεῖς μὲν ὑποστάσεις ὁμολογοῦμεν, μίαν δὲ οὐσίαν καὶ φύσιν κηρύττομεν, οὐδ' ὁποτέραν μὲν τῶν ὑποστάσεων εἰδότες ἀνούσιον, ἀλλ' οὐ ταύτῃ οὐσίαν ἑκάστῃ ἰδιαιρέτως προσνέμοντες οὐδ' ἀφοριστικὸν ποσότητος ἀριθμὸν οὐσιῶν καταγγέλλοντες, ἵνα μὴ τὸ ἑτεροφυὲς καὶ ἑτεροούσιον εἰσάγωμεν, οὕτω κἀνταῦθα δύο λέγοντες φύσεις οὐ διαιροῦμεν τὴν καθ' ὑπόστασιν ἕνωσιν οὐδ' ὑποστάσεων ἀριθμὸν συνεισφέρομεν, εἰ καὶ μὴ ἀνυπόστατοι εἶεν, τὸ ἑτεροειδὲς δὲ δηλοῦμεν καὶ ἑτεροούσιον. Ὥσπερ γὰρ ἐκεῖ ὁ τῶν ὑποστάσεων ἀριθμὸς τὸ ὁμοούσιον οὐ λυμαίνεται οὐδὲ τὴν κατὰ φύσιν διαίρεσιν εἰσάγει ταῖς ὑποστάσεσιν, ἀλλὰ τὸ τῶν ὑποστάσεων σημαίνων διάφορον τὸ ἑνιαῖον τῆς οὐσίας οὐ διατέμνει, οὕτως ὧδε ἡ ποσότης τῶν φύσεων τὸ ταυτὸν καὶ ἑνιαῖον οὐ διαιρεῖ τῶν ὑποστάσεων, τήν, ὡς ἐν ποιότητι δὲ φυσικῇ, διαφορὰν καὶ τῶν συνελθόντων τὴν σωρείαν δηλοῖ. Διὸ δὴ ἐκ δύο φύσεων τελείων τὴν ἕνωσιν γεγενῆσθαι λέγοντες οὐ κατὰ φυρμὸν ἢ σύγχυσιν ἢ τροπὴν ἢ ἀνάκρασιν φάσκομεν, οὐδ' αὖ πάλιν προσωπικὴν ἢ σχετικὴν ἢ κατ' ἀξίαν ἢ ταυτοβουλίαν ἢ ταυτωνυμίαν ἢ ὁμοτιμίαν, ὡς ὁ θεοστυγὴς ἔφη Νεστόριος, οὐσιώδη δὲ μᾶλλον καὶ καθ' ὑπόστασιν ὀρθοδόξως κηρύττομεν, οὐχ ὡς τῶν δύο οὐσιῶν μίαν οὐσίαν ἀποτελεσασῶν σύνθετον, ἀλλ' ἑνωθεισῶν ἀλλήλαις κατ' ἀλήθειαν εἰς μίαν ὑπόστασιν σύνθετον τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ σῴζεσθαι αὐτῶν τὴν οὐσιώδη διαφορὰν ὁριζόμεθα. Μεμένηκε γὰρ τὸ κτιστὸν μὲν κτιστόν, τὸ δὲ ἄκτιστον ἄκτιστον· θνητὸν τὸ θνητὸν καὶ ἀθάνατον τὸ ἀθάνατον, καὶ τὸ μὲν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν. Εἰ γὰρ καὶ εἷς ὁ ταῦτα πάσχων κἀκεῖνα θαυματουργῶν καὶ κοινὰ τοῦ ἑνὸς ὑπῆρχεν ἀμφότερα, ἀλλ' ἕτερον ἐξ οὗ κοινὰ τὰ τῆς ὕβρεως, καὶ ἐξ οὗ κοινὰ τὰ αὐχήματα ἕτερον, ἕτερον μὲν καὶ ἕτερον λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς, κοινὰ δὲ ἑκατέρῳ ἑκάτερα τῷ τρόπῳ τῆς ἀντιδόσεως διὰ τὴν εἰς ἄλληλα τῶν μερῶν περιχώρησιν καὶ τὴν καθ' ὑπόστασιν ἕνωσιν. «Ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ μετὰ τῆς θατέρου κοινωνίας τουθ', ὅπερ ἴδιον ἔσχηκε»· διὸ δὴ καὶ ὁ κύριος τῆς δόξης ἐσταυρῶσθαι λέγεται δηλαδὴ ὡς οὐ θεότητι, ἀλλὰ τῇ συνυφεστηκυίᾳ σαρκί, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀνεληλυθέναι, ὅπου ἦν τὸ πρότερον, γέγραπται, οὐχ ᾗ τὸ πρότερον ὡς ἄνθρωπος ἦν, ἀλλ' ἔνθα ὡς θεὸς ὑπῆρχε καὶ τοῦ πατρὸς ἀδιαίρετος. Οὔτε γὰρ τὴν θεότητα παθητὴν ἢ πάσχειν σαρκὶ καταγγέλλομεν οὔτε τὴν σάρκα ἤτοι τὴν ἀνθρωπότητα προαιώνιον ὁμολογοῦμεν, ἀλλὰ τὸν ἀμφοτέρας ταύτην τε κἀκείνην ἔχοντα, ὅτε μὲν ἐκ τοῦ συναμφοτέρου Χριστὸν ὀνομάζομεν, ὅτε δὲ ἐξ ἑνὸς τῶν μερῶν ἐκ μὲν θεότητος θεόν, ἄνθρωπον δὲ πάλιν ἐξ ἀνθρωπότητος φάσκομεν. Καὶ θεὸν μὲν παθητόν, οὐχ ὡς θεὸν δέ, ἀλλ' ὡς καὶ ἄνθρωπον λέγομεν, παιδίον δὲ προαιώνιον οὐχ ᾗ παιδίον, ἀλλ' ὡς καὶ θεὸν καταγγέλλομεν· εἷς γάρ ἐστι τοῦτο κἀκεῖνο, θεός τε καὶ ἄνθρωπος, θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, πάντα φέρων τὰ τῆς θεότητος ἰδιώματα, τὴν θεότητα, τὸ ἄναρχον, τὸ ἀθάνατον, τὴν κυριότητα, τὴν παντοδύναμον θέλησιν καὶ ἐνέργειαν, καὶ πᾶσαν φέρων τὴν τῆς σαρκὸς οὐσίαν ἀνελλιπῶς, ψυχήν, σῶμα, νοῦν καὶ τὰ τούτων φυσικὰ καὶ ἀδιάβλητα πάθη καὶ ἰδιώματα, τὴν αὐτεξούσιον θέλησιν καὶ ἐνέργειαν, τὴν πεῖναν, τὴν δίψαν, τὸ δάκρυον, τὴν λύπην, τὴν ἀδημονίαν, τὴν ἀγωνίαν, τὸν θάνατον. «Ὁ κύριος γάρ μου καὶ ὁ θεός μου», φησὶν ὁ Θωμᾶς, καὶ «θεὸς ἦν ὁ λόγος», καὶ «ὁ λόγος σὰρξ ἐγένετο», ὁ θεολόγος εἶπεν ἐν πνεύματι, καὶ «ἐν ἀρχῇ ἦν ὁ λόγος», καὶ «θέλω καθαρίσθητι», καὶ «οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.» Ταῦτα καὶ τὰ τοιαῦτα καὶ ἡ τῶν θεοσημειῶν δύναμις τὴν θείαν αὐτοῦ ἀνακηρύττει φύσιν τε καὶ ἐνέργειαν.

Intertext edge

Open linked passage

Note