Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Jacobitas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
82.1
Εἶτα «ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν», καὶ «ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα», καὶ «ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν», καὶ «εἰσελθὼν εἰς οἰκίαν ἠθέλησεν, ἵνα μή τις γνῷ, καὶ οὐκ ἠδυνήθη λαθεῖν», καὶ «πάτερ, μὴ τὸ ἐμὸν γενέσθω θέλημα, ἀλλὰ τὸ σόν.» Καὶ ἡ κλάσις δὲ τῶν ἄρτων καὶ ἡ βάδισις καὶ ἡ ἐπὶ σταυροῦ τῶν χειρῶν ἔκτασις καὶ ἡ νόησις καὶ ἡ ζωτικὴ θρεπτική τε καὶ αὐξητικὴ καὶ αἰσθητικὴ δύναμις παρίστησι τὴν ἀνθρωπίνην ἐνέργειαν, καὶ τὸ «ὕστερον ἐπείνασε», καὶ τὸ ἐπὶ Λαζάρῳ δάκρυον καὶ τὸ «διψῶ», καὶ «νῦν ἡ ψυχή μου τετάρακται», καὶ «περίλυπός εἰμι ἕως θανάτου», καὶ «ἤρξατο λυπεῖσθαι καὶ ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν», καὶ «πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου, καὶ τοῦτο εἰπὼν ἐξέπνευσεν.» Ἆρ' οὐ σαφῶς, ὥσπερ τὰ πρότερα μαρτυρεῖ τὴν θεότητα, οὕτω καὶ ταῦτα τὴν αὐτοῦ ἀνθρωπότητα καὶ τὸ τῶν φύσεων διάφορον καὶ ἀσύγχυτον; Πῶς γὰρ ταῦτά τε κἀκεῖνα ἐπὶ μιᾶς λεχθήσεται φύσεως;

Intertext edge

Open linked passage

Note