Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
83.1
Θεὸς τοιγαροῦν ἐστι τέλειος καὶ ἄνθρωπος τέλειος, θεὸς κατὰ φύσιν καὶ ἄνθρωπος κατὰ φύσιν, ἐν θεότητι τέλειος καὶ ἀνελλιπὴς ἐν ἀνθρωπότητι· εἰ γὰρ καὶ κατ' οἰκονομίαν γέγονεν ἄνθρωπος, ἀλλὰ φύσει γέγονεν ἄνθρωπος· ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, ὅλος θεὸς καὶ μετὰ τῆς σαρκὸς αὐτοῦ καὶ ὅλος ἄνθρωπος μετὰ τῆς ὑπερουσίου θεότητος αὐτοῦ. Φαμὲν καὶ τοῦτο δηλοῦντα τὸν θεολόγον Γρηγόριον εἰρηκέναι· «Ὧν τὸ μὲν ἐθέωσε, τὸ δὲ ἐθεώθη», καὶ «τολμῶ λέγειν ὁμόθεον.» Ὡς γὰρ τὴν σάρκωσιν ἄνευ τροπῆς τοῦ λόγου καὶ μεταβολῆς οἴδαμεν, οὕτω καὶ τὴν θέωσιν. «Αὐτὸς γὰρ ὁ λόγος σὰρξ ἐγένετο κυηθεὶς μὲν ἐκ τῆς παρθένου, προελθὼν δὲ θεὸς μετὰ τῆς προσλήψεως, ἤδη καὶ αὐτῆς ὑπ' αὐτοῦ θεωθείσης ἅμα τῇ εἰς τὸ εἶναι ταύτης παραγωγῇ, ὡς ὁμοῦ γενέσθαι τὰ τρία· τὴν πρόσλη ψιν, τὴν ὕπαρξιν καὶ τὴν θέωσιν αὐτῆς ὑπὸ τοῦ λόγου, καὶ οὕτω νοεῖσθαι καὶ λέγεσθαι θεοτόκον τὴν ἁγίαν παρθένον, οὐ μόνον διὰ τὴν φύσιν τοῦ λόγου, ἀλλὰ καὶ διὰ τὴν θέωσιν τοῦ ἀνθρωπίνου, ὧν ἅμα ἡ σύλληψις καὶ ἡ ὕπαρξις τεθαυματούργηται· ἡ μὲν σύλληψις τοῦ λόγου, τῆς δὲ σαρκὸς ἡ ἐν αὐτῷ τῷ λόγῳ ὕπαρξις, δι' αὐτῆς τῆς θεομήτορος ὑπερφυῶς χορηγούσης τὸ πλασθῆναι τῷ πλάστῃ καὶ τὸ ἀνθρωπισθῆναι τῷ θεῷ καὶ ποιητῇ τοῦ παντὸς θεοῦντι τὸ πρόσλημμα, σῳζούσης τῆς ἑνώσεως τὰ ἑνωθέντα τοιαῦτα, οἷα καὶ ἥνωται· οὐ τὸ θεῖον λέγω μόνον, ἀλλὰ καὶ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ, τὸ ὑπὲρ ἡμᾶς καὶ καθ' ἡμᾶς. Οὔτε γὰρ γενόμενον πρότερον καθ' ἡμᾶς ὕστερον γέγονεν ὑπὲρ ἡμᾶς, ἀλλ' ἀεὶ ἐκ πρώτης ὑπάρξεως ἄμφω ὑπῆρχε διὰ τὸ ἐξ ἄκρας συλλήψεως ἐν αὐτῷ τῷ λόγῳ τὴν ὕπαρξιν ἐσχηκέναι. Ἀνθρώπινον μὲν οὖν ἐστι κατὰ τὴν οἰκείαν φύσιν, θεοῦ δὲ καὶ θεῖον ὑπερφυῶς.»