Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
84.1
«Τὴν δὲ ἁγίαν παρθένον κυρίως καὶ ἀληθῶς θεοτόκον κηρύττομεν· ὡς γὰρ θεὸς ἀληθὴς ὁ ἐξ αὐτῆς γεγεννημένος, οὕτω θεοτόκος ἀληθὴς ἡ θεὸν ἐξ αὐτῆς σεσαρκωμένον κυήσασα. Θεὸν δέ φαμεν ἐξ αὐτῆς γεγεννῆσθαι οὐχ ὡς ἐξ αὐτῆς ἐσχηκότα τὴν ἀΐδιον τῆς θεότητος ὕπαρξιν, ἀλλ' ὡς ἐξ αὐτῆς ἀτρέπτως σαρκωθέντα καὶ γενόμενον ἄνθρωπον καὶ γεννηθέντα», ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον, μίαν ὑπόστασιν, τὸν αὐτὸν θεόν τε καὶ ἄνθρωπον, οὐχ ἕτερον ἐν τῇ τριάδι παρεισάγοντα πρόσωπον. 85 «Ἐντεῦθεν καὶ τὴν ἐν τῷ τρισαγίῳ προσθήκην βλάσφημον ὁριζόμεθα ὡς τέταρτον ἐν τῇ τριάδι παρεντιθεῖσαν πρόσωπον καὶ ἀνὰ μέρος τιθεῖσαν τοῦ θεοῦ τὴν ἐνυπόστατον δύναμιν καὶ ἀνὰ μέρος τὸν ἐσταυρωμένον ὡς ἄλλον ὄντα παρὰ τὸν ἰσχυρὸν ἢ παθητὴν τὴν ἁγίαν τριάδα δοξάζουσαν καὶ συσταυροῦσαν τῷ υἱῷ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον» ἢ τὸ πνεῦμα τὸ ἅγιον καὶ ἀθάνατον παθητὸν ἀποδεικνύουσαν. Ὁ γὰρ τρισάγιος οὗτος ὕμνος πάλαι μὲν ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου διὰ τῶν λειτουργικῶν αὐτοῦ πνευμάτων τῶν σεραφὶμ τῷ θεόπτῃ Ἡσαΐᾳ μεμυσταγώγητο τὰς τρεῖς ὑποστάσεις τῆς θεότητος μυστικῶς ἐμφαί νοντος καὶ τὴν μίαν κυριότητα καὶ φύσιν. Αὐτὸς μὲν γὰρ ὁ Ἡσαΐας τὸν θεὸν καὶ πατέρα ἔφη ἑωρακέναι, ὁ θεολόγος δὲ Ἰωάννης τὸν υἱὸν αὐτῷ ἔφη ἀποκεκαλύφθαι, Παῦλος δὲ ὁ θεῖος ἀπόστολος τὸ πνεῦμα τὸ ἅγιον. Ἐντεῦθεν ἅπας ὁ τῶν ἁγίων πατέρων ἑσμὸς εἰς τὴν ἁγίαν τριάδα τοῦτον τὸν τρισάγιον ἐξειλήφασιν ὕμνον. «Φησὶ γοῦν ὁ θεολόγος Γρηγόριος· «Οὕτω μὲν οὖν τὰ ἅγια τῶν ἁγίων, ἃ καὶ τοῖς σεραφὶμ συγκαλύπτεται καὶ δοξάζεται τρισὶν ἁγιασμοῖς, εἰς μίαν συνιοῦσι κυριότητά τε καὶ θεότητα· ὃ καὶ ἄλλῳ τινὶ τῶν πρὸ ἡμῶν πεφιλοσόφηται κάλλιστά τε καὶ ὑψηλότατα.»»