Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
86.1
Ἔκ τινος δὲ θείας ἀποκαλύψεως, αἱ ἱστορικαὶ διαγορεύουσι βίβλοι ἐπὶ Πρόκλου, προέδρου Κωνσταντινουπόλεως, λιτανεύοντος τοῦ αὐτόθι λαοῦ διά τινα θεήλατον ἀπειλὴν ἀφαρπαγῆναι τοῦ λαοῦ παιδίον καὶ τὸν ὕμνον οὕτω διδαχθῆναι ὑπ' ἀγγελικῆς τινος μυσταγωγίας· «Ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς», καὶ κελευσθῆναι ᾄδειν. Ἐκύρωσε δὲ τὴν ἀποκάλυψιν ἡ σύντομος ἔκβασις· ἅμα γὰρ ᾖσαν, καὶ ἐκόπασεν ἡ ὀργή. Φαμὲν δὲ ταύτην εἶναι τοῦ ὕμνου τὴν δύναμιν· «Ἅγιος ὁ θεὸς» ὁ πατήρ, ἐξ οὗ θεὸς ὁ υἱὸς καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον· «ἅγιος ἰσχυρὸς» ὁ υἱός, ἡ τοῦ πατρὸς σοφία καὶ δύναμις· «ἅγιος ἀθάνατος» τὸ πνεῦμα τὸ ἅγιον· «τὸ πνεῦμα γάρ ἐστι τὸ ζωοποιοῦν,» καὶ «ὁ νόμος τοῦ πνεύματος τῆς ζωῆς,» καὶ ὁ θεοπάτωρ Δαυίδ· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα.» Ταῦτα δὲ λέγομεν οὐ μόνῳ τῷ πατρὶ περιορίζοντες τὴν θεότητα οὐδὲ μόνῳ τῷ υἱῷ τὴν δύναμιν ἢ τὴν ἀθανασίαν μόνῳ τῷ πνεύματι, «ἀλλ' ἐφ' ἑκάστης τῶν ὑποστάσεων πάσας τὰς θεωνυμίας ἁπλῶς καὶ ἑνιαίως λαμβάνοντες καὶ τὸν θεῖον ἀπόστολον ἐκμιμούμενοι φάσκοντα· «Ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ.» Οὐ μὴν ἀλλὰ καὶ τὸν θεολόγον Γρηγόριον ὧδέ πη λέγοντα· «Ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἓν πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα, τοῦ" ἐξ οὗ" καὶ" δι' οὗ" καὶ" ἐν ᾧ" μὴ φύσεις τεμνόντων, ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυγχύτου φύσεως ἰδιότητας.»»