Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
87.1
Γέλως οὖν ὄντως καὶ παίγνιον τὴν δι' ἀγγέλων μυηθεῖσαν πρότερόν τε καὶ ὕστερον καὶ τῇ τῆς ἐπαγωγῆς λήξει πιστωθεῖσαν καὶ τῇ τῶν ἁγίων πατέρων μαρτυρίᾳ βεβαιωθεῖσαν τρισάγιον ᾠδὴν ὡς τῆς μιᾶς τρισυποστάτου θεότητος ἐμφαντικὴν τῇ τοῦ κναφέως οἷον καταπατηθῆναι ἀλόγῳ οἰήσει· ὡς γὰρ ἱμάτιον τὸν ἱερὸν τοῦτον ὕμνον καθαίρειν οἰόμενος καὶ πλέον λαμπρύνειν, ἢ καλῶς ἔχει, προσθήκην τῷ τρισαγίῳ ὡς δῆθεν τῶν σεραφὶμ ὑπέρτερος παρενέθετο ὥσπερ ἀντινομοθετῶν τῷ ἁγίῳ πνεύματι. Ἀλλ' ὢ τῆς αὐθαδείας, ἵνα μὴ λέγω τῆς ἀνοίας. Ἡμεῖς δὲ οὕτω φαμέν, κἂν δαίμονες διαρρήγνυνται· «Ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.»