Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
89.1
Χρήσεις ἁγίων πατέρων ἀποδεικνύουσαι, ὡς εἷς ἐστιν ὁ Χριστὸς ἐκ δύο φύσεων καὶ δύο φύσεις καὶ ἐν δυσὶ φύσεσι καὶ μετὰ τὴν σωτηριώδη καὶ ὑπεράγαθον αὐτοῦ σάρκωσιν. Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδούνων ἐκ τοῦ κατὰ Οὐαλεντίνου· Ὥσπερ γὰρ ἡ κιβωτὸς κεχρυσωμένη ἦν ἔσωθεν καὶ ἔξωθεν χρυσίῳ καθαρῷ, οὕτως καὶ τὸ τοῦ Χριστοῦ σῶμα καθαρὸν ἦν διαυγές, ἔσωθεν μὲν τῷ λόγῳ κοσμούμενον, ἔξωθεν δὲ τῷ πνεύματι φρουρούμενον, ἵν' ἐξ ἀμφοτέρων τὸ περιφανὲς τῶν φύσεων ἀναδειχθῇ.