Contra Jacobitas
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
92.1
Τοῦ ἁγίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τοῦ κατὰ αἱρέσεων· «Ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Δύο ἔχεις μορφάς. Κράτει ταύτας, μηδετέραν παραχαράξῃς· οὔτε γὰρ ἄνθρωπος ὢν ὁ υἱὸς τοῦ θεοῦ καὶ θεὸς ἠφάνισε τὴν θεϊκὴν μορφήν, οὔτε θεὸς ὢν παρῃτήσατο τὴν ἀνθρωπίνην μορφήν. Ἐπεὶ οὖν δύο ἔχομεν μορφάς, τὴν δεσποτικήν φημι καὶ τὴν δουλικήν, τὴν μὲν φύσει θεοῦ, τὴν δὲ φύσει ἀνθρωπείαν, τὴν μὲν πρὸ αἰώνων, τὴν δὲ ἐξ ὑστέρων καιρῶν, τὴν μὲν ἐκ τοῦ πατρός, τὴν δὲ ἐκ παρθένου, τὴν μὲν ἐκ μόνου, τὴν δὲ ἐκ μόνης, ἐπειδὴ δύο ταῦτα ὑφέστηκε πράγματα δύο ἐν ἑνί– οὔτε γὰρ διαιροῦμεν τὸν θεὸν λόγον ἀπὸ τοῦ σώματος οὔτε δύο οἴδαμεν υἱοὺς καὶ Χριστούς, ἀλλὰ τὸν πρὸ αἰώνων υἱὸν τοῦ θεοῦ ἐν ὑστέροις καιροῖς ἄνθρωπον ἐξ αὐτῆς μήτρας τῆς παρθένου γενόμενον τέλειον. Ὡς γὰρ ὁ γεννήσας πατὴρ τέλειον ἐγέννησεν υἱόν, οὕτως ὁ αὐτὸς καὶ εἷς υἱὸς καὶ λόγος τοῦ πατρὸς τὸν τελείως ἀπολλύμενον ἄνθρωπον σῶσαι βουλόμενος τέλειος ἐγένετο ἄνθρωπος, ἵνα μὴ τὸ ἔξωθεν σώσας τὸ ἔσωθεν προδεδομένον ἐάσῃ, οὐδὲ γὰρ σῶμα ἀναλαβὼν εἴασε τὴν ψυχήν, ἀλλὰ καὶ ψυχὴν καὶ νοῦν ἀνέλαβεν