Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Jacobitas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
95.1
Τοῦ αὐτοῦ ἐκ τῆς διαλέξεως τῆς πρὸς Ἀέτιον τὸν Ἀρειανόν· Οὐ γὰρ ἂν δυνήσῃ ποτὲ σὺ ἢ ἄλλος τις παραστῆσαι ἢ ἀποδεῖξαι ἐν ἀληθείᾳ τοὺς προειρημένους ἁγίους πατέρας ἡμῶν καὶ διδασκάλους ἢ ἡμᾶς ἤ τινα τῶν ἐκκρίτων πατέρων καὶ διδασκάλων τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἢ εἰπόντας ἢ διδάξαντας ἐγγράφως ἢ ἀγράφως, ὡς σὺ λέγεις, ἐπὶ Χριστοῦ τοῦ θεοῦ ἡμῶν μίαν φύσιν σύνθετον ἢ ἁπλῆν ἢ μονοειδῆ ἢ ἓν θέλημα καὶ μίαν ἐνέργειαν ἤ τι τῶν ἀπηγορευμένων δογμάτων καὶ ἀποβεβλημένων ἐκ τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. Εἰ γάρ, ἃ κατελύσαμεν, ταῦτα πάλιν οἰκοδομοῦμεν, κατὰ τὸν θεῖον ἀπόστολον παραβάτας ἑαυτοὺς συνιστάνομεν. Τοὐναντίον δὲ μᾶλλον διπλοῦν ἐκηρύξαμεν ὑπάρχειν κατὰ πάντα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν μιᾷ ὑποστάσει καὶ ἐν ἑνὶ προσώπῳ χωρὶς οἱασδηποτοῦν διαιρέσεως ἢ συγχύσεως· τὸ γὰρ λέγειν μίαν φύσιν καὶ θέλησιν καὶ ἐνέργειαν ἐπὶ τοῦ αὐτοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ οὐ δύο, τῶν κακοδόξων καὶ βλασφήμων καὶ ὁμοφρόνων σου ἀνδρῶν ὑπάρχει δίδαγμά τε καὶ φρόνημα.

Intertext edge

Open linked passage

Note