Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Jacobitas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
Ἀφέντες τοίνυν τὸ περισκελὲς τὸν λόγον τῆς ἀληθείας ὀρθοτομήσατε· οὐ γάρ, ὡς οἱ ἅγιοι πατέρες εἰρήκασι, ταὐτὸν λέγετε φύσιν καὶ ὑπόστασιν, μερικὴν δὲ μᾶλλον τὴν φύσιν ὡς καὶ τὴν καθ' αὑτὸ ὁμολογεῖτε ὑπόστασιν. Ὅτι δὲ οὐ μερικὰς φύσεις λέγειν ἐχρῆν, ἐντεῦθεν εἰσόμεθα. 10 Εἰ μερικὰς φύσεις ἐπὶ τῆς ἁγίας τριάδος ὁμολογεῖτε, ἑτεροούσιον ταύτην δοξάζετε, καὶ πάλιν ἐγήγερται Ἄρειος. Εἰ δὲ ἑκάστῃ τῶν τῆς ἁγίας τριάδος θεαρχικῶν ὑποστάσεων ἰδιάζουσαν δῶτε οὐσίαν– ὁμοουσίους δὲ ταύτας κατὰ τὴν κοινὴν οὐσίαν ὁμολογήσετε, ταὐτὸν δὲ οὐσία τε καὶ ὑπόστασις–, ἔσται καθ' ὑμᾶς τετρὰς ὑποστάσεων, τριῶν μὲν μερικῶν, μιᾶς δὲ κοινῆς, καὶ οὐσιῶν ὁμοίως τετράς. Καὶ ἑκάστη τῶν ὑποστάσεων δύο φύσεών τε καὶ ὑποστάσεων, μιᾶς μὲν κοινῆς, μιᾶς δὲ μερικῆς, καὶ ἔσονται ὁμοούσιοι καὶ ἑτεροούσιοι, ὁμοϋπόστατοί τε καὶ ἑτεροϋπόστατοι. Καὶ τίς οὐ γελάσεται, μᾶλλον δὲ ἀποδύρεται τῆς μανίας τὴν ὑπερβολήν; Οὐκ ἔστι τοῦτο φλήναφος καὶ διανοίας ἀνάπλασμα κακοδαίμονος, δαιμόνων εὕρημα σκοτεινὸν καὶ τῆς Ἑλληνικῆς τερθρείας τεράτευμα; Τίς τοῦτο τῶν θεοφόρων εἴρηκε πώποτε, εἰ μή που τὸν παρ' ὑμῖν ἅγιον Ἀριστοτέλην ἡμῖν ὡς τρισκαιδέκατον ἀπόστολον εἰσαγά γοιτε καὶ τῶν θεοπνεύστων τὸν εἰδωλολάτρην προκρίνοιτε; Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανίωμεν.

Intertext edge

Open linked passage

Note