Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Καὶ τοῦτο δὲ ἡμῖν ἐρωτῶσιν εἴπατε· Ἡ πολυαρχία ἐστὶ καλὸν καὶ στάσιμον καὶ τακτικὸν ἢ ἡ μοναρχία; Πᾶσι δῆλον, ὡς ἡ πολυαρχία ἀναρχία ἐστὶ καὶ στασιώδης καὶ πολέμου καὶ μάχης καὶ κακῶν αἰτία καὶ λύσεως, ἡ δὲ μοναρχία βεβαία καὶ ἔννομος καὶ εἰρήνης αἰτία καὶ τάξεως καὶ γαλήνης καὶ δικαιοσύνης καὶ τῆς ἐπὶ τὸ κρεῖττον αὐξήσεως. Εἰ οὖν δύο ἀρχαὶ ἄναρχοι καθ' ὑμᾶς, πολυαρχία ἀρχὴ τῶν ὄντων, καὶ ἀρχὴ τῶν πάντων κακία, καὶ οὕτω μία ἀρχὴ ἡ κακία. Πῶς δὲ καὶ ἀκοινωνήτους παντελῶς λέγετε τὰς δύο ἀρχάς, ἃς αὐτοὶ ἀνεπλάσατε. Εἰ γὰρ καὶ αὐτή ἐστι κἀκείνη καὶ ἡ αὐτὴ οὐσία ἐστὶν ἄναρχος ἀρχὴ καὶ ἀίδιος κἀκείνη ὁμοίως, οὔκ εἰσι παντελῶς ἀκοινώνητοι. Κοινωνοῦσι γὰρ κατά τε τὸ εἶναι καὶ κατὰ τὸ οὐσία καὶ ἄναρχος ἀρχὴ καὶ ἀίδιος εἶναι, καὶ κατὰ πάντα ψευδὴς ὁ λόγος ὑμῶν ἀποδέδεικται.