Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Καὶ πάλιν· Εἰ δύο ἀρχαὶ ἄναρχοι, ἕκαστον ἐπὶ τῷ οἰκείῳ χαίρει καὶ τέρπεται καὶ τὴν ἑαυτοῦ σύστασιν ἀγαθὸν λογίζεται· ἑκάστῳ γὰρ ἀγαθόν ἐστι, τὸ συστατικὸν τῆς οἰκείας φύσεως. Καὶ ὁ παρ' ὑμῖν οὖν ἀγαθὸς καὶ ὁ παρ' ὑμῖν πονηρός, ἕκαστος ἐφ' ἑαυτῷ χαίρει καὶ τοῖς οἰκείοις ἐπιτέρπεται καὶ τὰ οἰκεῖα ἀγαθὰ λογίζεται. Τίς οὖν ὁ κρίνας τὸν ἕνα ἀγαθὸν καὶ τὸν ἕτερον πονηρόν; Κἀκεῖνος μᾶλλόν ἐστι θεός, μείζων ἀμφοτέρων· τὸ γὰρ ἔλαττον ὑπὸ τοῦ κρείττονος καὶ τὸ ἀρχόμενον ὑπὸ τοῦ ἄρχοντος κρίνεται.