Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Manichaeos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1
Χρὴ γὰρ εἰδέναι, ὡς διττῶς λέγεται τό τε ἀγαθὸν καὶ τὸ κακόν· ἀγαθὸν γὰρ κυρίως λέγεται τὸ ἐκ τοῦ φύσει ἀγαθοῦ θεοῦ δεδωρημένον. Ὥσπερ πᾶν φῶς ἐξ ἡλίου ἤτοι πυρὸς φωτίζεται, οὕτω πᾶν ἀγαθὸν ἐκ τοῦ ἀορίστου καὶ ἀκαταλήπτου πελάγους τῆς ἀγαθότητος τὴν ὕπαρξιν ἔχει καί, ὅσα παρὰ θεοῦ, ἀγαθὰ κυρίως καὶ ἀληθῶς. Λέγεται δὲ ἀγαθὸν οὐ κυρίως, ἀλλὰ καταχρηστικῶς καὶ καθ' ἡμετέραν συνήθειαν τὸ τῇ αἰσθήσει ἡμῶν καὶ τῇ ἐφέσει φαινόμενον ἡδύ, ὃ πρὸς καιρὸν μὲν τέρπει, ὕστερον δὲ πικρὸν καρπὸν ἀποδίδωσι, παρὰ τὸν νόμον τοῦ κτίσαντος γινόμενον καὶ δοκοῦν ἀγαθὸν εἶναι, ὅπερ οὐκ ἔστιν ἀγαθόν, ἀλλὰ κυρίως κακόν. Καὶ τὸ κακὸν ὁμοίως· κυρίως μὲν κακὸν ἔστι καὶ λέγεται τὸ παρὰ τὸν νόμον τοῦ κτίσαντος γινόμενον. Λέγεται κακὸν οὐ κυρίως, ἀλλὰ κατὰ τὴν ἡμετέραν συνήθειαν τὸ καθ' ἡμετέραν αἴσθησιν ἐπίπονον καὶ ἀλγεινόν, ὅπερ πρὸς μὲν τὸ παρὸν ὀδύνας, ὕστερον δὲ καρπὸν σωτηρίας καὶ ἀεννάου εὐφροσύνης ἀναδίδωσιν.

Intertext edge

Open linked passage

Note