Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
Μανιχαῖος· Διὰ τί μία ἀρχὴ καὶ οὐ δύο; Ὀρθόδοξος· Ὅτι δυὰς ἐκ μονάδος προέρχεται ὡς μονάδος γέννημα καὶ ἀρχὴ δυάδος μονὰς καὶ πρὸ τῆς δυάδος πάντως μονὰς καὶ ὅτι παντὸς πράγματος ἀρχὴ μία καί, εἰ ἑκάστου τῶν ὄντων μία ἀρχή, καὶ πάντων ἔσται ἀρχὴ μία· ὁ γὰρ ἐφ' ἑκάστου τῶν ὄντων ἀποδεδομένος λόγος καὶ ἐπὶ πάντων ἀποδοθήσεται.