Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Ὀρθόδοξος· Ἐπειδὴ συνεληλύθαμεν ἀλλήλοις λογικὴν συζήτησιν ποιήσασθαι, ἐρωτῶ σε· Τί τὸ ζητούμενον; Ὁ Μανιχαῖος· Τὸν περὶ πίστεως γυμνάσαι λόγον, ὅπως ἂν εὕρωμεν τὴν ἀλήθειαν. Ὀρθόδοξος· Τί γάρ ἐστιν ἡ ἀλήθεια; Μανιχαῖος· Ἡ τοῦ ὄντος διάγνωσις καὶ ὁμολογία. Ὀρθόδοξος· Τὸ ψεῦδος τῇ ἀληθείᾳ ἐναντίον; Μανιχαῖος· Παντὶ τρόπῳ. Ὀρθόδοξος· Πῶς τοῦτο φῄς; Μανιχαῖος· Ἐπειδὴἡ μὲν ἀλήθεια τῶν ὄντων ἐστὶ γνῶσις, τὸ δὲ ψεῦδος τοῦ μὴ ὄντος. Ὀρθόδοξος· Οὐ καλῶς ἀπεκρίθης· ἡ μὲν ἀλήθεια τῶν ὄντων ἐστὶ γνῶσις, τὸ δὲ ψεῦδος μὴ ὄντος γνῶσις· τὸ γὰρ μὴ ὂν οὐ γινώσκεται. Μανιχαῖος· Τί οὖν ἐστι τὸ ψεῦδος; Ὀρθόδοξος· Τῶν ὄντων ἀγνωσία. Μανιχαῖος· Ὀρθῶς εἴρηκας. Ὀρθόδοξος· Εἰ οὖν ἡ μὲν ἀλήθεια τῶν ὄντων ἐστὶ γνῶσις, τὸ δὲ ψεῦδος ἄγνοια τοῦ ὄντος, εἰπέ μοι· Ἡ γνῶσις ἕξις; Μανιχαῖος· Ναί. Ὀρθόδοξος· Εἰ ἡ γνῶσις ἕξις, ἡ ἄγνοια πάντως στέρησις. Μανιχαῖος· Καὶ ἡ ἄγνοια ἕξις. Ὀρθόδοξος· Τί ἐστιν ἄγνοια; Μανιχαῖος· Τὸ μὴ ἔχειν γνῶσιν. Ὀρθόδοξος· Τὸ μὴ στερητικόν ἐστιν ἢ ἀποφαντικὸν καὶ ἑκτικόν; Μανιχαῖος· Τὸ μὴ στερητικόν ἐστιν. Ὀρθόδοξος· Μὴ ὂν λέγομεν τὸ ἐστερημένον τοῦ εἶναι; Μανιχαῖος· Δηλονότι. Ὀρθόδοξος· Οὐκοῦν εἰ ἡ ἄγνοια τὸ μὴ ἔχειν γνῶσίν ἐστι, τὸ δὲ μὴ στερητικόν, ἡ ἄγνοια ἄρα στέρησις καὶ οὐχ ἕξις. Μανιχαῖος· Ὀρθῶς εἴρηκας. Ὀρθόδοξος· Εἰ οὖν ἡ ἀλήθεια γνῶσις, ἕξις δηλονότι· καὶ εἰ τὸ ψεῦδος ἄγνοια, στέρησις κατὰ τὸν τῆς ἀληθείας λόγον. Ἔσται οὖν ἡ μὲν ἀλήθεια ἕξις, τὸ δὲ ψεῦδος στέρησις, καὶ ἔσται ἡ μὲν ἀλήθεια ὄν, τὸ δὲ ψεῦδος μὴ ὄν. Μανιχαῖος· Ἐκ παντός. Ὀρθόδοξος· Ψεῦδος ἡ κακία ἢ ἀλήθεια; Μανιχαῖος· Ψεῦδος. Ὀρθόδοξος· Οὐκ ὂν ἄρα ἡ κακία, ἀλλ' ὄντος στέρησις καὶ μὴ ὂν καὶ ὡς στέρησις ἕξει ἀντίκειται τῷ ἀγαθῷ. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Μανιχαῖος· Ἔλθωμεν.