John of Damascus PG 94-96
Contra Manichaeos
Mani 20.1
Choose a text
More by John of Damascus, Saint
—
Pg Scrape Grc
20.1
Καὶ πάλιν· Εἰ δύο ἀρχαί, πολυαρχία· εἰ δὲ πολυαρχία, στάσις· εἰ δὲ στάσις ἀρχὴ τῶν ὄντων, κακία τῶν ὄντων ἀρχή· στάσις γὰρ κακία ἐστί. Πρέπει οὖν τῷ θεῷ ἁπάντων τῶν λεγομένων καὶ νοουμένων μείζονι εἶναι καὶ ἔχειν. Ποῖον οὖν μεῖζον, τὸ ἐξ οὐκ ὄντων θεοπρεπῶς ποιεῖν οὐσίας ἢ ἀνθρωπίνως τῇ δημιουργικῇ, μᾶλλον δὲ τεκτονικῇ τέχνῃ περὶ τὴν ὕλην καταγίνεσθαι; Μανιχαῖος· Πάντως, ὅτι τὸ ἐκ μὴ ὄντων. Ὀρθόδοξος· Οὐκοῦν πρέπει θεῷ ἐκ μὴ ὄντων ποιεῖν οὐσίας, καὶ οὐκ ἦν ὕλη, ἀλλ' ὑπὸ θεοῦ ἐγένετο.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).